Ancient Greek
256.4
Aristaenetus, Epistulae 256.4
Unproofread scanNot analysed yet
ζ’. Τερψίων Πολυκλεί. Θεράπαινα τις παρθένος τοῦ μοιροῦ τῆς δεσποίνης ἡράσθη· διακονοῦμένη γὰρ ἀφοῖν τὰ δοκοῦντα ταύτην ἔλαθε τοῦ ἔρωτος ἀφορμήν. πολλάκις οὖν αὐτῶν ἐρωτικῶς ὁμιλούντων ἀλλήλοις ἠκροῦτο, πλησίον ὡς φύλαξ παρισταμένη καὶ προορῶσα μὴ τις ἐξαίφνης ἀναφανείη κατάσκοπος. καὶ πού καὶ συμπλεχθέντας αὐτοὺς εἶδεν ἡ κόρη, καὶ δι’ ἀκοῆς τε καὶ ὄψεως ὠλισθεν Ἑρως ἐπὶ τὴν ἐκείνης ψυχὴν αὐτῇ λαμπάδι καὶ τόξοις. καὶ πρὸς τὴν τύχην ἐσχετλιάζεν ἡ παίδισκη, ὅτι δὴ καὶ αὐτὸς δεδούλωται τῆς δουλείας ὁ ἔρως· οὐ γὰρ εἶχε παραρῆσαι τῶν αὐτῶν μετασχεῖν τῇ δεσποίνῃ, ἀλλὰ μόνου τοῦ ἔρωτος ἐκινδύνει τῇ κεκτημένη. τί οὖν ἡ κόρη; οὐ γὰρ ἀμῆχανον αὐτὴν ἀφήκεν ὁ Ἑρως. ἀποσταλεῖσα προσκαλεσάσθαι τὸν μοιρὸν ἔφη πρὸς ἐκεῖνον ἀπλῶς, μηδὲν ποικιλῶσα «εἰ βούλει, φίλτατε, ἐμὲ συμπεράττειν καὶ διακονεῖσθαι σοι πάλιν προθύμως —ἀλλὰ τί σοι λέγω; τὸν ἐμὸν ὡς ἐρωτικὸς ἤδη νενοῦκας πόθον. ἄρα δοκῶ σοι καλὴ καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; τί φής; ποιήσεις τήν; ποιήσεις, ὦδ’ ἐγώ. ὁ δ’ οὐν νέος (καλὴ γὰρ ἦν καὶ παρθένος) ἅμα ἔπος ἅμα ἔργον ἀσμενος αὐτίκα μᾶλα τὴν αἴτησιν τῆς κόρης ἐπλήρου, περικρατῶν ὑπάρχαινα τοῦ στέροῦν τὰ μῆλα κἀκ φιλημάτων