Ancient Greek
258.2
Aristaenetus, Epistulae 258.2
Unproofread scanNot analysed yet
I' Φιλοπίναξ Χρωματίων. Καλὴν γέγραφα κόρην, καὶ τῆς ἐμῆς ἡράσθην γραφῆς. ἡ τέχνη τὸν πόθον, οὐχ Ἀφροδίτης τὸ βέλος· ἐκ τῆς ἐμῆς ἐγὼ κατατετέλεσμαι δεξιάς, ὡς ἀτυχῆς, ὡς οὐ γέγονα τὴν γραφικὴν ἀρσῆς· οὐ γὰρ ἂν αἰσχρῶς εἰκόνος ἡράσθην. νῦν δὲ ὅσον μὲ τις ἀποθωμάζει τῆς τέχνης, τοσοῦτον κατοικτείρει τοῦ πόθου· οὐ γὰρ ἂν ἥστον δόξαιμι κακοδαίμων ἔραστής ἢ σοφὸς εἶναι τεχνίτης. ἀλλὰ τί λίαν δδύρομαι καὶ τὴν ἐμὴν καταμέμφομαι δεξιάν; ἐκ τῶν πινακῶν ἐπίσταμαι Φαίδραν Νάρκισσον Πασιφάην. τῇ μὲν οὐκ ἀεὶ παρῆν ὁ τῆς Ἀμαζόνος, ἡ δὲ καθόλου παρὰ φύσιν ἐπόθει, ὁ δὲ κυνηγέτης, εἰ τῇ πηγῇ προσήγε τὴν χεῖρα, διέκευτο ὁ ποθοῦμενος καὶ περιέρεε τῶν δακτύλων· ἡ μὲν γὰρ πηγὴ γράφει τὸν Νάρκισσον, ἡ δὲ γραφὴ καὶ τὴν πηγὴν καὶ τὸν Νάρκισσον οἷον διψῶντα τοῦ κάλλους. ἐμοὶ δὲ ὅσον ἐθέλω πάρεισιν ἡ φιλάτατη, καὶ κόρη τὸ φαίνόμενον εὐπρεπής, κἂν τὴν χεῖρα προσάψω, ἀσύγγυτος ἐπιμένει βεβαίως, καὶ τῆς οἰκείας μορφῆς οὐκ ἐξίσταται. ἥδὺ προσγέλα καὶ μικρὸν ὑποκέχνη, καὶ εἴποις ἂν ὡς ἐπ' ἀκρων τῶν χειλῶν προκύπτει τις λόγος καὶ ὅσον οὕτω τοῦ στόματος ἐκπηδᾷ. ἐγὼ δὲ καὶ τὴν ἀκοὴν προετέλεσσα πολλάκις ὀτακουστών τίποτε ἄρα βούλεται ψιθυρίζειν, ἀποτυχὼν δὲ τοῦ λόγου περιήλθον τὸ στόμα, τῶν παρειῶν τὰς κάλυκας, τῶν βλεφάρων τὴν χάριν, καὶ διμλεῖν ἔρωτικῶς προτρέπω τὴν κόρην. ἡ δὲ καθάπερ ἐταῖρα τὸν ἔραστὴν ὑποκνίζουσα σιωπᾷ. ἐπέθηκα τῇ κλίνῃ, ἠγκαλισάμην, ἐπιβέβληκα τῷ στήθει, ἵνα τυχὼν τὸν ἐνδὸν ἔρωτα θεραπεύσῃ, καὶ τέλεον ἐπιμέμψα τῇ γραφῇ. αἰσθόνομαι πάλιν τῆς παραπληξίας, καὶ κινδυνεύω τὴν ἐμὴν προσάπολυσαι ψυχὴν δι' ἀψυχον ἐρωμένην. χειλὴ μὲν φαίνει ὥραία, ἀλλ' οὐκ ἀποδίδωσι τὸν καρπὸν τοῦ φιλήσαι. τὶ δὲ ὄφελος κόμης καλῆς μὲν φαινομένης, κόμης δὲ οὐκ οὔσης; κἄγω μὲν δακρύω καὶ πονιῶ·