Ancient Greek
259.2
Aristaenetus, Epistulae 259.2
Unproofread scanNot analysed yet
ix Ἀπολλογένης Σωσίᾳ. Ἐβουλόμην εἴπερ σὺν τε ἢν τοὺς ἐρωτικούς ἀπαντας διερωτήσαι καθ’ ἕκαστον, εἰ τις αὐτῶν ἐπαμφοτερίζων ὑφ’ ἕνα καιρὸν δυοῖν περιπέπτωκε φίλτροις. ἐγὼ γὰρ ἐταίρας ἔρων πρὸς ἀπαλλαγὴν τοῦ πόθου (οὕτω γὰρ ψυχήν) συνεχῶν γαμετήν, καὶ νῦν τῆς τε πόρνης οὐδὲν ἧττον ἔρω, καὶ ὁ τῆς ὁμοῦγου προσετέθη, μοι πόθος, καὶ ἑκατέρα σῶν οὐκ ἀμνημονιῶ τῆς ἑτέρας, τὴν εἰκόνα ταύτης ἐπὶ τῆς ψυχῆς ἀναπλαττων. δοῖκα γοῦν κυβερνήτη ὑπὸ δυοῖν πνευμάσιν ἀπειλημένῳ, τοῦ μὲν ἔνθεν τοῦ δὲ ἔνθεν ἐστηκότος καὶ περὶ τῆς νεὼς μαχομένων, ἐπὶ τάναντία μὲν τὴν θάλασσαν ὁθούντων, ἐπ’ ἀμφοτέρα δὲ τὴν μίαν ναῦν ἐλαυνόντων. ἀλλ’ εἴθῃ, καθάπερ διττοὶ Ἐρωτες τῇψῃ συνομιλοῦντες ἐνδιατῶνται ψυχή, οὕτω ζηλοτυπίας χωρὶς αἱ γυναῖκες συνήκουν ἀλλήλαις.