Ancient Greek
263.2
Aristaenetus, Epistulae 263.2
Unproofread scanNot analysed yet
19. Ἀρχίλοχος Τερπάνδρῳ. «Ὦρα πρὸς Διὸς ὅπως γυνὴ τις ἥρεμα προτρέπεται μαστροπὸν αὐτῆς γενέσθαι τὴν δοῦλην. ἔφη γὰρ «ἡ φαντασίαν εἶδον, ὦ παιδίσκη, καὶ ὕπνον οἷα φιλεῖ, ἡ πρὸ θυρῶν ἀνῆκοα νέων κομαστῶν ὑπὲρ ἐμοῦ μαχομένων ἀωρί νυκτῶν, οὐκ ὄναρ ἀλλ’ ὕπαρ. ἐλεύθεροι γὰρ οἱ στενωποὶ παίζειν καὶ γελᾶν καὶ ἀδεῖν τῷ θέλοντι ἐξεσιν. νὴ τὰς Μούσας εὐστόμους ἤδον, ἵσα καὶ Σειρήνες γλυκεῖαν ἀφέντες φωνήν. »«ἀληθῆ »φησίν ἡ παῖς «ἀκήκοας, ὦ κεκτημένη: σὲ γὰρ τις νέος καταθόστρυχος ἐπὶ ἐν ἀπαλῇ τῇ ὑπηγὴ πάλαι ποθεῖ, Ἵπποθάλης μὲν ὄνομα, ἔκανός δὲ καὶ ἀπὸ μόσου τοῦ κάλλους γινώσκεσθαι. καὶ πολλάκις μοι διελέχται περὶ σοῦ καὶ «βούλομαι »ἔφη «τὴν σὴν δεσποίναν προσειπεῖν, ἀλλ’ ἐδεῖξεν προσάγγειλαι τὸν λόγον. »αὐτὶχα γοῦν ἡ κεκτημένη τὴν θεράπαιναν ἐπανήρετο «τὸ βούλεσθαι ἤκουσας, ὦ φιλάτατ; »«ναί »φησίν ἡ παιδίσκη. ἡ δὲ «ὡς ἐμοῦ γε μήπω μαθούσης »ἔφη «παρίτω πάλιν προσάδων, κἂν ἐρωτικὸς μοι δοκῇ, χαριζώμαι τῷ μειρακίῳ. »ἦλθεν, ἐφάνη τὴν κεφαλὴν ῥόδοις ἀνθίσας, ἐμμελέστερον ἤδεν, ἐκρίθη καλός, καὶ