Ancient Greek
265.1
Aristaenetus, Epistulae 265.1
Unproofread scanNot analysed yet
κα'. Ἀβροκόμας Δελφίδι ἐρωμένη. Περιέργος διατελῶ πρὸς τὰ γύναια πανταχῇ οὐ μὰ Δι' οὐχ ἕνα τούτων ἀψώμαι (μὴ οὕτω χαλεπῶς ἀκούσης τοῦ λόγου), ἀλλ' ὅπως παράθεσιν ἀκριβῆ σοῦ τε κάλλευνον ποιήσωμαι, τῆς ἐν πάσαις διαπρεπούσης τῇν καλεῖν, καὶ παραλαλήσω κατ' ἑμαυτὸν ἐννοούμενος ἀντιχρίνω. καὶ νὴ τὸν Ἔρωτα τὸν εὐτυχῶς εἰς τὴν ἐμὴν τετοξευκότα ψυχήν, πάσας ἐν πᾶσι νενίκηκας, ὡς ἔπος, τῷ σχήματι τῷ κάλλει ταῖς χάρισιν· αἱ γὰρ χάριτές σου παντελῶς ἀδολοὶ καὶ ἀληθῶς κατὰ τὴν παροιμίαν γυναικῶν, καὶ φύσεως αὐτόσχευον ἔρεθος ἐπιτρέχει ταῖς παρεσίαις, ὅφρὸς μέλαινα κατὰ λευκοῦ τοῦ μετώπου, οὐδὲ στεφανοῦσθαι σοι τὴν κεφαλήν ἀναγκαῖον, ἀτε τῆς κόμης ἀποχρώσης αὐτῇ. καὶ ὅσον τὸ ῥόδον παιδότερον τῆς ἄλλης πέφυκε πόας καὶ λίαν καθ' ἑαυτὴν εὐδοκιμοῦσης, τοσοῦτον καὶ τῶν ἐπισήμων γυναικῶν ὑπερφέρεις. τοιγαροῦν, ὦ μέλισσα ἐμή, ἀρπάσεις τὰ πάντων ὀμματα, καὶ προσελχεῖς καινότερον τρόπον, οὐν οὔτε ἴχθὺν ἀλιεύς εἵλκυσεὼν οὔτε ὄρνιν Ὁηρευτὴς οὔτε κυνηγέτης νεβρόν. ἀλλ' ἐκεῖνα μὲν ἢ ἀπὸ δελάτων ἢ τῶν ἰζῶν ἀγούσιν ἢ ὅπως ποτε· σὺ δὲ ἀπὸ τῶν ὀμμάτων τῇ θέᾳ γανυμένους ἄγεις ἡμᾶς. ἀλλ' ὦ Δελφίδιον ἐμὸν τε πρᾶχριστον ἀγαθόν, ζωῆς ἐπὶ μῆκιστον, εὖ ζωῆς· ἐπὶ σοὶ γὰρ ἐγὼ φλέγωμαι μόνη, καὶ τοῖς θεοῖς ἐπεύχομαι πᾶσι μηδαμῶς ἔχειν περὶ τὴν ὁρθῶς φανεισάν μοι κρίσιν ἑτεροῖον τὸν νοῦν. εἰθὲ τοίνυν, ἐμὸν γάνος, σὺ μὲν ταύτην ἐκ τῆς φύσεως ἔχοις τὴν νίκην, ἐγὼ δὲ μέχρι παντὸς τὸ χρυσῶν τῶν Ἑρώτων εὐτυχῆσαιμὶ βέλος. σὺ οὖν αὐτὸ μὴ πειρῶ τῆς ἐμῆς ἀρελέσθαι καρδίας· οὔτε γὰρ αὐτὴ δύνασαι οὔτε ἐγὼ βούλομαι· οὐ γὰρ ἀποθύνον ἔχω τὸν πόθον. ἔστω τοίνυν ἔργον ἐν μόνον ἐπιδείξιον ἐμοὶ φιλεῖν Δελφίδα καὶ ὑπὸ ταύτης φιλεῖσθαι, καὶ λαλεῖν τῇ καλῇ καὶ ἀκούειν λαλούσης.