Ancient Greek
266.1
Aristaenetus, Epistulae 266.1
Unproofread scanNot analysed yet
ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΕΠΙΣΤΟΛΑΙ. α' Φιλίππῳ. Οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες πρὸς εὐεργεσίαν τῶν ἀρχομένων οὐχ ὑπὸ τῆς τύχης ἀλλ' οὐδ' ὑπὸ τῆς φύσεως προηγμένοι τὰς ἀρχὰς ἐπιστεύονται, αἱ μεταπίπτειν εἴωθασιν, ἀλλ' ἐπὶ ταῖς ἀρεταῖς μέγα φρονοῦσιν εὖ καὶ σφόδρα σοφῶς πολιτευόμενοι. οὐδὲν γὰρ τῶν ἐν ἀνθρώποις βέβαιον, καὶ ἐγυρὸν οὐδὲν δ μέγρι τῆς ἑσπέρας ἥλιος τραχεῖα βοτῇ συναλλοιοὶ καὶ μεταφέρει. ποικίλλουσα τοὺς βίους ἅπαντας καὶ ἄπερ τραγωδίας ὑποκρίσει τοῖς ἡμετέροις κακοῖς ἡ τύχη μετασκευάζει, εἴπερ μὴ διεψεύσμεθα τῆς ἀληθείας, ὅτι τὸν αὐτὸν τρόπον ὅπερ τῶν ἐκ γῆς φυομένων ἕκαστα, καὶ τοὺς ἄνδρας ἀνθεῖν ποτὲ συμβαίνει καὶ τὰς ἄκμας ἐν χρόνοις τισὶν ἀναλαμβανομένους πολλῷ τῶν ἄλλων διαφέρειν. διὸ πειρῶ μήτε τῆς Ἑλλάδος τυραννικώτερον προϊστάσθαι μήτε τοὺς ῥήμασι σοβαρώτερον· τὸ μὲν γὰρ προπετείας ἐστὶ σημεῖον, τὸ δὲ ὁμολογουμένως ἀδουλίᾳ τεχμήριον. δεῖ γὰρ τοὺς νοῦν ἔχοντας τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρχὰς ἀλλὰ διὰ τῶν ἀρχῶν θαυμάζεσθαι, ἵνα τῆς τύχης μεταπεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιώνται. τὰ δ' ἄλλα εὖ πράττε, ψυχὴν πρὸς φιλοσοφίαν σῶμα δὲ πρὸς ὑγίειαν ἄγων, καὶ **ἐπιμελούμενος.