Ancient Greek
268.1 to 268.7
Aristaenetus, Epistulae 268.1-7
Unproofread scanNot analysed yet
ε' Θεοφράστῳ. γὰρ εὔλογον ἔχει τὴν πρόφασιν· εἰ δὲ μή γε, ἀκουσίως τοῦτο πράξασαν θάττον διαλύεσθαι τὴν ἔχθραν· τὸ μὲν γὰρ μὴ ἀδικεῖν ἴσως ὑπὲρ ἀνθρώπῶν ἐστι, τὸ δὲ πλανηθέντα διασώσασθαι ἐπιφέρει τι καλόν, καὶ σφόδρα τοῦτο εὐσταθοῦς διανοίας ἴδιόν ἐστιν. ζ' Ἀριστοτέλλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν. Ἐγραφάς μοι περὶ τῶν ἀκροατικῶν λόγων οἴομενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γὰρ εἰσὶ μόνοις τοῖς ἡμῶν ἀκούσασιν. Ἡ πρόχειρος ἀδικία τῆς πολυχρονίου λυσιτελεστέρα πέφυκεν ὑπάρχειν· ἡ μὲν γὰρ ὀλιγοχρόνιον ἔχει καὶ τὴν μνήμην καὶ τὴν βλάβην, ἡ δὲ γηράσκουσα καὶ περιπεποιημένη τὴν δυσμένειαν ἔχθραν αἴδιον παρασκευάζει, καὶ τῇ μὲν πολλάκις λόγον δωρησάμενοι γαληνισμὸν ὑδρομεν, τῇ δὲ καὶ μερίσαντες τὰς τριχυμίας σάλον καὶ ἀνίας εἴδομεν πορθμόν. διό φημὶ δεῖν τὴν ἑταίριαν μάλιστα μὲν μὴ ἀδικεῖν, οὐδὲ