Ancient Greek
269.4
Aristaenetus, Epistulae 269.4
Unproofread scanNot analysed yet
β' Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. Πολλοὶ διὰ μέγεθος εὐεργειᾶς καὶ τιμῆς, ἣν δι' ὑπεροβόλην τῆς χρηστότητος τῶν παρεχόντων ἐκαρπύντο, οὐχ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐὐβριζούσιν, ἀλλ' οὐδ' αὐτοὺς ἀδικεῖν δυνήσαν τοὺς εὐεργετοῦντας, τὸ εὐχάριστον εἰς ἀνθρώπων ἀναιροῦντες, καὶ δι' ἀπειροχαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν χόρον εἰς τοὺς αἰτίους ἀφέντες, λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην. ἔνιοι δὲ τούτων προστάσιν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἐπείσαν κατὰ μηδὲν ἠδικηκότων ὀργὴν ἀναλαβεῖν, ὅφ' ἧς ἐκινδύνευσαν ἀπολέσθαι. τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρ-