Ancient Greek
280.2 to 280.7
Aristaenetus, Epistulae 280.2-7
Unproofread scanNot analysed yet
Συνήσθημέν σοι νικήσαντι τὸν πόλεμον ὀκτὼν ἡ τὴν παρ’ ἡμῶν συμμαχίαν καίπερ μετὰ σπουδῆς ἐκπεμφθεῖσαν παραγενέσθαι, πρὸς μέντοι τὴν εὐνοιαν οὐδὲ ἡμεῖς ἀπρακτοὶ ἦλθομεν· οὐδὲ γὰρ ἴσον τῷ μὴδ’ ὅλως κινηθέντι τὸ κἂν ἔνδὸς ὑστερήση πρὸς τὰ λοιπὰ ἕτοιμον. μζ´. Βρούτος Μιλησίοις. Οὐδὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν· ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον· τὸ δὲ ἐν εὐστωρίᾳ πλῆθι μὴδ’ ἄνδρας ὁμῶς ἔχειν γενναίως ἀγωνιουμένους παντελῶς ἴστε οὐ τύχης ἔνδεεῖς ἀλλὰ τῆς σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε μήτε ὅσα πρὸς ἰσχύν παρασκευάζεσθε, ἀδίκως ἴστε πόλις λεγόμενοι. μῃ´. Μιλήσιοι Βρούτῳ. Καὶ χρημάτων καὶ στρατιωτῶν ἔνδειν αἰσχρόν οὐ τοῖς μὴ ἐν ἰδίᾳ καθεστῶσι χρεία, πολλῷ δὲ μᾶλλον τοῖς εἰ καὶ οἴκοθεν εὐποροῖεν, διὰ γοῦν τὸ μὴ ἐπαρκεῖν ἄλλων προσδεομένοις. ἡμεῖς δὲ καὶ γνώμης ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης δοκοῦμεν πόλις εἶναι μέχρι τοῦ εἰ καὶ μὴ ἕτεροὶς ἐπαρκεῖν, ἀλλ’ οὖν μηδὲ τῶν πέλας χρήζειν. μθ´. Βρούτος Μιλησίοις. Εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν χονίῳ, μὴ χρώμενοι τούτοις ἀμαρτάνετε, μία γὰρ ἰσχύς ὅπλων τὸ χρήσθαι· εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμφθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρήσθε, πόσῳ μεμπτότεροι μηδὲ ἔχοντες;