Ancient Greek
286.1
Aristaenetus, Epistulae 286.1
Unproofread scanNot analysed yet
ΚΑΛΑΝΟΥ ΕΠΙΣΤΟΛΗ. Κάλανος Ἀλεξάνδρῳ. Φίλοι πείθουσι χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις, οὐδ’ ἐν ὕπνῳ ἑορακότες ἡμέτερα ἔργα. σώματα γὰρ μετοῖσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βούλονται μᾶλλον ἢ πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῴσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καὸμεθα. οὐχ ἔστι βασιλεὺς οὔτε ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς ποιεῖν ἃ μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξομοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτησαν, ἀλλὰ λόγοις ἔργα παρ’ ἡμῖν ἀκόλουθα, καὶ ἔργοις λόγοι βραχεῖς ἄλλην ἔχουσι δύναμιν, καὶ μακαριότητα καὶ ἐλευθερίαν περιποιῶντες.