Ancient Greek
290.1
Aristaenetus, Epistulae 290.1
Unproofread scanNot analysed yet
στράτευμά εἰσιν. (5) ἴσθι δή, πολύ με νῦν προθυμότερον εἰς Ἀθήνας πλεῦσθαι φιλοσοφήσοντα· μέμνησαι γὰρ δήπου, ὅτι προτρέπων με συνεχῶς ἐπὶ φιλοσοφίαν καὶ θαυμαστὰ διεξιὼν περὶ τῶν καθ’ ὅτιοὺν σπουδασάντων περὶ αὐτὴν μέρος τὰλλα μὲν εἶχες πειθόμενον, ἐκεῖνο δὲ καὶ πᾶν φοβοῦμενον. ἐδόκει γὰρ μοι τὰ μὲν λοιπὰ ὧντως σπουδαιοτέρους ποιεῖν ὧν ἐφάμαιο (καὶ γὰρ τὸ σῶφρον καὶ τὸ δίκαιον οὐχ ἄλλοθεν ἀρῖσθαι τοὺς ἀνθρώπους ἢ ἐκ φιλοσοφίας ἤμην), τὸ δὲ πρακτικὸν καὶ σφόδρα λύειν τῆς ψυχῆς καὶ μαλθαίνειν ἐπὶ τὸ ἥσυχον. ἀπραγμοσύνην γὰρ ἤν καὶ ἡρεμίαν τὰ θαυμαστά, ὡς μοι ἔλεγες, ἐγκώμια φιλοσόφων. (6) δεῖνὸν οὖν μοι κατεφαίνετο, εἰ φιλοσοφήσας τὰλλα μὲν ἀμείνων ἔσομαι, θαρραλέος δ’ οὐκέτι οὔτε στρατιώτης εἶναι δυνήσομαι οὔτε ἀριστεύς, εἰ δέοι, ἀλλὰ μεθίσω ταῦτα πάντα ὅσπερ ἐπιλήσμονί τινι ἐπωδῇ παντὸς ἔργου λαμπροτέρου κηληθεὶς τῇ φιλοσοφίᾳ. ἠγνόουν δ’ ἄρα, ὅτι καὶ πρὸς ἀνδρείαν εἰσὶν ἀμείνους οἱ φιλοσοφῆσαντες, καὶ μόλις γε αὐτὸ παρὰ Ξενοφῶντος ἔμαθον, οὐχ ἐπειδὴ διελέχθη μοι περὶ αὐτοῦ, ἀλλ’ ἐπεὶ τοιούτος ὢν ἐφάνη, ὁποῖός ἐστι. μάλιστα γὰρ ἡ μετασχὼν τῶν Σωκράτους λόγων ἀρκεῖ καὶ στρατεύματα καὶ πόλεις σῴζειν, καὶ οὐδὲν αὐτὸν ἐποίησε φιλοσοφία αὐτῷ τε καὶ τοῖς φίλοις ἀχρειώτερον. (7) ἥσυχα μὲν οὖν ποιητικώτερα τάχα εὐδαιμονίας· ἥδη μέντοι καὶ πράξει καλῶς ἕκαστα ὁ καλῶς ἡρεμεῖν δυνάμενος, ἐπεὶ καὶ μειζὼν ἂν εἴη τοῦ πολεμοῦντος ὁ πλεονεξίαν καὶ ἐπιθυμίαν καὶ τὰλλα πάθη χειρούμενος, ὧν καὶ οἱ νικῶντες τοὺς πολέμους ἥττούνται. καὶγὼ οὖν ἐλπίζω φιλοσοφήσας τὰ τε ἄλλα χρειττων ἕσεσθαι καὶ οὐχ ἧττον ἀνδρεῖος, ἀλλ’ ἧττον θρασύς. ταῦτα μὲν οὖν οὐχ ἱκανὰ μόνον, ἀλλὰ καὶ τοῦ ἱκανοῦ πέρα. γίνωσκε δέ με ἤδη πρὸς τῷ πλεῖν ἄντα· καὶ γὰρ ἡ γέγονε καὶ τὰ τῶν ἀνέμων αἰσιώτερα.