Ancient Greek
291.2
Aristaenetus, Epistulae 291.2
Unproofread scanNot analysed yet
ε’. Χίων Μάτρίδι χαίρειν. Ἀφίγμεθα εἰς Ἀθήνας καὶ Πλάτωνι τῷ Σωκράτους γνωρίμῳ διαλεγόμεθα. τῶλλα τε γὰρ πάντα σοφὸς ἀνὴρ ἐστὶ καὶ τὴν φιλοσοφίαν οὐκ ἀπελίτευτον ἔργω τοὺς γνωρίμοις ποιεῖ, ἀλλὰ καὶ πᾶν ἀμφὴν πρὸς τε τὸ πρακτικὸν τοῦ βίου καὶ πρὸς ἡσυγίαν ἀπράγμονα. ἔγραψες δὲ μοι καὶ περὶ τῆς σῆς πρὸς αὐτὸν φιλίας, ὅτι οὐ μικρὸν πλεονέκτημα τὴν σὴν πρὸς Σωκράτη συνήθειαν εἰς αὐτὸν ἔχοιμι. ἴσθι οὖν, ὅτι πάντων μὲν ποιεῖται λόγον τῶν καὶ μίαν ἡμέραν διληψάντων Σωκράτει, οὐδενὶ δ’ οὕτως αὐτὸν οἰκείω, ὡς τῷ μάλιστα ἀπολαύειν αὐτοῦ δυναμένῳ. καὶ κατὰ τοῦτο γοῦν ἐσπουδάκαμεν μὴ μειονεκτεῖν τῆς Πλάτωνος φιλίας, ἀλλ’ ἐν τούτοις τετάχθαι, ὅφ’ ὧν εὖ πᾶσχειν ἡσθῶν, εἰ τι αὐτοὺς εὖ ποιεῖν δύναται. οὐ γὰρ ἥττονα