Ancient Greek
292.2
Aristaenetus, Epistulae 292.2
Unproofread scanNot analysed yet
5 Χίων Μάτρῳ χαίρειν. Ἐκόμισέ μοι Φαίδιμος ταφίου βοδῖαν καὶ μέλιτος ἀμφορεὰς πέντε καὶ τοῦ μεραίου οἴνου κεράμια εἴκοσι καὶ πρὸς τούτοις τρία ἀργυρίου τάλαντα. καὶ τῆς μὲν πίστεως ἐκεῖνον ἐπαινῶ, τῆς δ' ἐπιμελείας σὲ ἐπιγι-νώσκω. ἤδη μέντοι τῶν ἐπιχωρίων γεννημάτων ὅσπερ ἀπαρχὰς τινὰς βουλοίμην ἂν σὲ ἀποστέλλειν, εἴγε ἐπιτρέπει ὁ καιρός· τούτοις γὰρ καὶ τοὺς ἄλλους φίλους τέρπειν ἐνεστι καὶ Πλάτωνα σοφίζεσθαι ἀδω-ροδόκην ὄντα. χρημάτων δὲ οὐδὲ εἰς ἑμοῦν πᾶθος, καὶ μάλιστα ἐν Ἀθήναις τε ὄντι καὶ Πλάτωνι διαλε-γομένῳ, ἐπεὶ καὶ ἄτοπον ἴσως, πεπλευκέναι μὲν ἡμᾶς εἰς τὴν Ἑλλάδα, ἵνα ἧττον φιλοχρήματοι γενώμεθα, μηθὲν δ' ἧττον καὶ ἐκ Πόντου πλεῖν πρὸς ἡμᾶς τὴν φιλοχρημοσύνην. χαίρετε οὖν ποιώσεις ταῦτα πέμπων, ὅσα τῆς πατρίδος ἡμᾶς, οὐχ ὅσα πλοῦτου ἀναμνήσει.