Ancient Greek
296.1
Aristaenetus, Epistulae 296.1
Unproofread scanNot analysed yet
αὐτὸ ἀπαλλάξωσιν ἐκ τῶν, ἀλλ’ ὅπως ἂν βράσιν ἐν αὐτῷ διάγοιεν, τότε ὁ παντελῆς ὀλεθρος γίνεται. (3) ἡ μὲν οὖν πατρίς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ’ ἑαυτοῦ βουλοῦν τοὐμόν σκέπτεσθαι, καὶ πᾶν ἀφράλας εἰμί. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἡ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ὅφ’ ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἀπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ, εἰ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἂν· φόβος γὰρ τοῦ παθεῖν τι καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἂν τις μὴ φοβηταὶ τὸ μέλλων κακὸν μηδὲ ἐπὶ τῷ γινωμένῳ ἄχθοιτο, δουλεύσει; καὶ πῶς δ’ γε μὴ ἔχων τὰ δουλείας κακά; (4) τοῦτο οὖν τοιούτων με ὑπὸ φιλοσοφίας γενόμενον, ὁποῖον χάν δήση Κλέαρχος, χάν ὁτιοῦν δράσιν τῶν χαλεπῶν, οὐδέποτε ποιήσει δοῦλον· οὐδέποτε γὰρ μου τὴν ψυχὴν χειρώσεται, ἐν ᾧ τὸ δοῦλον ἢ τὸ ἐλεύθερον, ἐπεὶ σῶμα γε ἀεὶ συντυχίας ἦτον, χάν ὑπ’ ἀνδρὶ μὴ τάττηται δεσπότῃ. ἂν δέ με ἀποκτείνῃ, τότε καὶ τὴν τελείαν ἐλευθερίαν χαριεῖταί μοι. ἂν γὰρ οὐδὲ τὸ περιέχον σῶμα φκεῖναι τῇ ἑαυτοῦ δουλείᾳ, ταύτην τὶνα οἴχονομίαν ἐλλείψειν δοκεῖς κεχωρισμένην τοῦ σώματος; οὐ μόνον δὲ ἐγώ, ὃ ἂν πάχω, ἐλεύθερος, ἀλλὰ καὶ Κλέαρχος, ὃ ἂν διαθῇ με, δῶλος γενήσεται· φοβούμενος γὰρ διαθήσει, δεὸς δὲ οὐδὲν ἔχει ψυχῆς ἐλευθερίας. (5) τὰ μὲν οὖν ἐμὰ ἐφ’ ἑαυτῶν σκοπεῖν, ὡς δράξ, ἀφαλεστέρα εἰς τὸ παθεῖν ἢ Κλεάρχῳ εἰς τὸ δράσαι, καὶ τὸ γ’ ἐμὸν οὐχ ἐπιμελείας ἀλλ’ ὀλιγωρίας δεῖται· τὸ γὰρ ἀρχὴν φροντίζειν περὶ αὐτῶν ἀνδρὸς ἐστιν οὐ πᾶν τι ἐλευθέρου. τὰ δὲ τῆς πατρίδος συννημένα μοι οὐχ ἐπιτρέπει τὴν αὐτόνομον ταύτην ἐλευθερίαν, ἀλλὰ καὶ πολιτεύσθαι ἀνάγκας καὶ κινδυνον ἔχειν, κίνδυνον δέ, οὐχὶ μὴ αὐτὸς τι πάθω, ἀλλὰ μὴ πάσχουσάν τι τὴν πατρίδα οὐχ ὑφελησω. διὰ τοῦτο μοι ἀνάγκη, καίπερ μὴ φοβουμένῳ, θάνατον προνοεῖν, ὅπως μὴ πρότερον ἀποθάνω ἢ ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν δυνήσομαι. πολιτεύου δὴ πρὸς τὸν τύραννον ὃ καὶ πρότερόν σοι ἔγραφον, πειθὼν αὐτὸν ὅτι ἡσυχίας ἐρασταί ἐσμεν, καὶ γράφε ἡμῖν, ἐὰν καὶ ἄλλο τί σοι δοκῇ πρὸς τὴν αὐτοῦ πολιτείαν ἀνῆκειν, ἐπεὶ ἀνάγκη μοι εἰς τὴν τῆς πατρίδος ἐλευθερίαν ὑφαι-ρεῖν τι τῆς ἑμαυτοῦ, φροντίζοντι περὶ τούτων καὶ βουλευομένῳ.