Ancient Greek
297.2
Aristaenetus, Epistulae 297.2
Unproofread scanNot analysed yet
ις´. Χίων Κλεάρχῳ χαίρειν. ² Ἐν Ἀθήναις μοι φιλοσοφίας χάριν διατρίβοντι τῶν τε κοινῶν τινες φίλων καὶ ὁ πατὴρ ἐγράψαν ὡς δι’ ὑποψίας εἶην πρὸς σε, καὶ τὰς αἰτίας ἐκέλευον ἀπολύσασθαι· τοῦτο γὰρ δίκαιον εἶναι καὶ αὐτῷ μοι ἀμεινον. ἐγὼ δὲ ὅτι μὲν ὁρῶδως πασχόνων ταῦτα, σαφῶς ἠδεῖν, ἠγνόουν δὲ ἀφ’ ὧν διεξήλθην, καὶ τοῦτό μοι πρὸς τὴν ἀπολογίαν ἦν ἀπόρων· οὔτε γὰρ αὐτὸς παρῆν, ὅτε περιεβάλου τὴν ἀρχήν, οὔτε ἀπὸν ἐδυνάμην ἐναντιούσθαι, οὐδ’ ὅπως ἢ λόγος ἢ ἔργον τι τῶν ἐμῶν ἐπιμεξίαν τινὰ ἔσχε πρὸς τὰ αὐτοῦ πράγματα. τίνες δὴν οἱ διαπόντιοι πρὸς μόνάρχον ἐναντιώσεις ἀνθρώπου μετ’ ὀλίγων οἰκετῶν ἀποδημοῦντος οὐκ ἐγὼ ἠρίσθουν, καὶ διὰ τοῦτό γε ἠπόρουν ἀπολογίας, ὅτι οὐδὲν ἔωρων τὸ κατηγορούμενον. (2) οὐχ ἠπόρουν δὲ πάλιν τῷ μηδὲν ἐνοιοῦσθαι τοιούτων, ὁποῖον ἴσως ὑποπτεύομαι, ἀλλὰ καὶ πάνυ ἔγὼν πθεῖν σε, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδὲν εὐέματός ἐστι τῶν τοιούτων βουλευμάτων. οἷμαι μὲν οὖν, εἰ καὶ μὴ ἐπεφιλοσοφήκειν, ἰκανὸν ἂν γενέσθαι τεκμήριον τοῦ μὴ ἀπεχθῶς ἔχειν πρὸς σε τὸ μηδὲ ἠδικήσθαι τι ὑπὸ σοῦ. οὐδὲ γὰρ οἱ ἀφιλοσόφητοι μὴ παντάπασι γε μανέντες, καλ’ ἡδονὴν τινὰ τὰς