Ancient Greek
299.2
Aristaenetus, Epistulae 299.2
Unproofread scanNot analysed yet
ιζ'. Χίων Πλάτωνι χαίρειν. Δυσὶν ἡμέραις τῶν Διονυσίων ἐμπροσθεν τοὺς πιστοτάτους μοι τῶν θεραπόντων, Πυλάδην καὶ Φιλόκαλον, ἐξέπεμψα ὡς σέ· μέλλω γὰρ τοῖς Διονυσίοις ἐπιτιθεσθαι τῷ τυράννῳ, πολιτευσάμενος ἐκ πολλοῦ ἀνύποπτος αὐτῷ γενέσθαι. πέμπεται δὲ ἐν ταύτῃ τῇ ἡμέρᾳ τομὴ τῶ Διονύσῳ, καὶ δοκεῖ ὀλιγωρότερον ἐξεῖν δι' αὐτὴν τὰ τῶν δορυφόρων· εἰ δὲ μὴ γε, κἂν διὰ πυρὸς ἐλθεῖν δέη, οὐκ ὀκνήσομεν, οὐδὲ καταισχυνοῦμεν οὔτε ἑαυτοὺς οὔτε τὴν σὴν φιλοσοφίαν. καὶ τὰ τῶν συνοιμοτῶν δὲ ἐστιν ἡμῖν ὀχυρά, πίστει δὲ ἢ πλῆθει ὀχυριώτερα. (2) οἶδα μὲν οὖν ὡς ἀναιρεθήσομαι, τελειώσας δὲ μόνον τὴν τυραννοκτονίαν τοῦτο παθεῖν εὐχόμαι.