Ancient Greek
305.2
Aristaenetus, Epistulae 305.2
Unproofread scanNot analysed yet
15. Τοῖς ἐταίροις. Ἡ μὲν κυνικὴ φιλοσοφία ἐστὶν ἡ Διογένης, ὁ δὲ κύων ὁ κατὰ ταύτην πονῶν, τὸ δὲ κυνίζειν τὸ συντόμως φιλοσοφεῖν. ὥστε μὴ φοβεῖσθε τὸ ὄνομα, μηδὲ διὰ ταῦτα φεύγετε τὸν τριβόνα καὶ τὴν πῖραν, τὰ θεῶν δῶρα· συντόμως γὰρ ἐκφέρεται τοῖς διὰ τὸ ἦθος τιμίσις. ὥσπερ οὖν, εἰ ἀγαθοί, οὐκ ἂν κακοὶ λεγόμενοι ἠσχάλλετε, οὕτως μηδὲ νυνί, ὅτε καὶ τὸ φιλοσοφεῖν συντόμως κυνίζειν λέγεται καὶ ὁ ὧδε φιλοσοφῶν κύων καὶ ἡ φιλοσοφία κυνική· δόξα γὰρ τὸ ὅλον τοῦτο. δόξῃ δὲ καὶ ἀδοξίᾳ δουλεύειν, καὶ τούτ’ ἐν σκιαῖς, ὡς φασί, τοῖς ὀνόμασι, πάντων χαλεπώτατον. πειράσθε οὖν καὶ τούτων καὶ τῶν ὁμοίων καταφρονεῖν.