Ancient Greek
305.6
Aristaenetus, Epistulae 305.6
Unproofread scanNot analysed yet
17. Τοῖς νεανίσκοις. Ἑθίζεσθε ψυχρῷ λούεσθαι καὶ πίνειν ὕδωρ καὶ ἐσθίειν μὴ ἀνδρῶνι καὶ ἀμπέχεσθαι τριβόνα καὶ κατατρίβεσθαι ἐπὶ γῆς, καὶ οὐδέποτε ὑμῖν κλεισθήσεται τὰ βαλανεῖα, αἱ δ’ ἀμπελοὶ καὶ τὰ πρόβατα ἀφορήσει καὶ τὰ ὀρῳπώλια καὶ κλινωπώλια πενητεύσει ὥσπερ τοῖς μεμαθηκόσι θερμῷ μὲν λούεσθαι, πίνειν δ’ οἶνον καὶ ἐσθίειν μὴ πονήσαντας καὶ ἀμπέχεσθαι ἄλουργῃ καὶ ἀναπαύεσθαι ἐπὶ κλίνης.