Ancient Greek
307.7
Aristaenetus, Epistulae 307.7
Unproofread scanNot analysed yet
χζ'. Τοῖς αὐτοῖς. Μὴ θαυμάζετε, εἶ Διογένης, πάντα τοῦ σπουδαίου εἶναι λέγων, προσίων οὐχ ἥτει ὑμᾶς, ἀλλ' ἀπῆτει. οὐ γὰρ ἔστι πάντα τοῦ θεοῦ ἔστι θαυμάζετε, ἀλλ' ὁμολογεῖτε, κἂν τις ὑμᾶς κατ' ὄναρ ἐμπελάσας ὕσαι προστάττῃ, αὐτῷ θύετε, καὶ οὐ λέγετε μετατεῖν τὸν "Ἥλιον ὑμᾶς, ἀλλὰ τὰ αὐτοῦ ἀπαιρεῖν. ἐπειτα τοῦ θεοῦ λέγοντες πάντα οὐκ ἀσχάλλετε, ὅταν τι ἀπαιτήσῃ ὑπ' αὐτοῦ. τὸ αὐτὸ ἔστι καὶ ἐπὶ τοῦ σπουδαίου. πάντα λέγετε τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλον τῷ θεῷ μόνον τὸν σπουδαῖον, ἀλλ' ὅταν ἀπαιτήσῃ παρὰ τινος ὑμῶν τὸν ὀβολόν, ὡς τὰ αὐτῶν μεθιέμενοι συμφοράζετε.