Ancient Greek
309.8
Aristaenetus, Epistulae 309.8
Unproofread scanNot analysed yet
ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν· οὐδὲ γὰρ ἂν ὧδε γ’ εὐμαρῶς ἀπέτεκες, εἰ μὴ χύουσα παύσασθε »ἔφη «εἰρωνευόμενοι καὶ χλαῖοντες ἐπὶ τῷ μέλλειν δουλεύειν, ὥσπερ πρὶν ἀλῶναι εἰς τοὺς λῃστὰς ἐλεύθεροι ὄντες καὶ οὐ δοῦλοι καὶ τῶν γε φαύλων δεσποτῶν· νυνὶ μὲν γὰρ κληρώσσεσθε ἴσους δεσπότας μετρίους, οἱ ἐκκόψουσιν ὑμῶν τὴν τρυφήν, ὅφ’ ἧς διεφθάρητε, ἐμπονήσουσι δὲ χαρτηρίαν καὶ ἐγχράτειαν, τὰ τιμιώτατα ἀγαθά. »(4) ταῦτα οὖν διεξιόντος οἱ ὄντηται ἐστώτες τῶν λόγων ἠκροῶντο καὶ αὐτὸν ἐθαύμαζον τῆς ἀπαθείας, τινὲς δὲ καὶ ἡρώτων εἰ τι ἐπίσταται. ὁ δὲ ἔλεγε ἐπίστασθαι ἀνθρώπων ἄρχειν, «ὥστε εἰ τις ὑμῶν κυρίῳ δεῖται, συμφωνεῖτω προσἰὼν τοῖς πωληταῖς. »χάζεινοι ἀναγελάσαντες ἐπὶ τούτῳ «καὶ τίς »ἔφασαν «ἐστίν, ὅς ὡν ἐλεύθερος κυρίου δεῖται; »«πάντες »εἶπεν «οἱ φαῦλοι καὶ τιμῶντες μὲν ἡδονήν, ἀτιμάζοντες δὲ πόνον, τὰ μέγιστα τῶν κακῶν δελέαται. »(5) διὰ ταῦτα περιμάχητος ἐγένετο ὁ Διογένης καὶ οὐδεὶς ἐπράθη, ἀλλ’ οἱ λῃσταὶ καθελόντες αὐτὸν ἀπὸ τοῦ λίθου ἦγον οἴκαδε παρ’ αὐτούς, ὑπισχνούμενοι, εἰ ἐπίδειξαι τι αὐτοῖς ὧν πωλούμενος ἔλεγε εἰδέναι, ἀφήσειν. διὰ ταῦτα οὖτε αὐτὸς ἐπανελθὼν οἴκαδε τὸ λύτρον ἐπόρισα, οὔτε σοι ἐπέστειλα πορίζειν. ἀλλὰ χαῖρε καὶ σὺ, ὅτι ζῇ ἀλῶς εἰς τὰ λῃστρικὰ καὶ ὅτι ἂ μὴ ὑπὸ πολλῶν ἐπιστεύετο εἶναι ἐφάνη.