Ancient Greek
313.6
Aristaenetus, Epistulae 313.6
Unproofread scanNot analysed yet
5 Δεῖ δ' ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἀπάντων πρὸς ὑμᾶς αὐτοὺς ὁμόνοια εἰς τὸ κοινὴ συμφερον τῇ πόλει παρασχέσθαι καὶ τὰς ἐκ τῶν πρότερων ἐκκλησιῶν ἀμφισβητήσεις ἕασαι, δεύτερον δὲ πάντας ἐκ μιᾶς γνώμης τοῖς δόξαι προθύμως συναγοινύξεσθαι· ὡς τὸ μηδέ ἐν ἀπλῶς πράττειν οὐ μόνον ἐστὶν ἀνάξιον ὑμῶν καὶ ἀγεννές, ἀλλὰ καὶ τοὺς μεγίστους κινδύνους ἔχει. (6) δεῖ δὲ μηδέ ταῦτα λαθεῖν ὑμᾶς, ὅ καθ’ αὐτὰ μὲν οὐκ ἔστιν αὐτάρχη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντ’ εὐκατεργαστότερα ὑμῖν ποιήσει. τίνα οὖν ἐστὶ ταῦτα ; μὴνε πόλει μηδεμιᾷ μήτε τῶν ἐν ἐκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι μηδενὶ μήτε πικραίνεισθαι μήτε μνησικακεῖν. (7) ὁ γὰρ τοιούτος φόβος τοὺς συνειδότας αὐτοῖς, ὡς ἀναγκαίοις τοῖς συνεστηκόσι, κίνδυνον ἔχουσι προθύμους προθύμους συναγωνιστάς ποιεῖ, ἀφεῖντες δὲ τοῦ δέους τούτου πάντες ἡπιώτεροι γενήσονται. τοῦτο δὲ οὐ μικρὰν ὠφελείαν ἔχει. κατὰ μὲν οὖν πόλεις τὰ τοιαῦτα εὐήθες προλέγειν, μᾶλλον δ’ οὐδ’ ἐν δυνατῷ· ὡς δ’ ἂν ὑμῖν αὐτοῖς ἀφθῆτε χρώμενοι, τοιούτων καὶ κατὰ τῶν ἄλλων προσδοχῶν παραστήσετε ἐκάστοις. (8) ῥημὶ δὲ χρήναι μήτε στρατηγῷ μήτε ῥήτορι μὴτ’ ἰδιώτῃ μηδενὶ τῶν τὰ πρὸ τοῦ γε δοκοῦντων συνηγωνίσθαι τοῖς καθεστηκόσι μήτε μέμφεσθαι μὴτ’ ἐπιτιμᾶν μηδένα μηδὲν ὅλως, ἀλλὰ συγχωρῆσαι πᾶσι τοῖς ἐν τῇ πόλει πεπολιτεύσθαι τὰ δέοντα, ἐπειδήπερ οἱ θεοί, καλῶς ποιούντες, σώσαντες τὴν πόλιν ἀποδεδώκασιν ὑμῖν ὅ τι ἂν βούλησθε ἐξ ἀρχῆς βουλεύσασθαι, καὶ νομίζειν ὡσπερ ἂν ἐν πλοίῳ τῶν μὲν ἱστίων τῶν δὲ κώπαις ἀποραιομένων κομιζέσθαι, λέγεσθαι μὲν ὑπ’ ἀμφοτέρων ἅπαντα ἐπὶ σωτηρίᾳ, γεγενῆσθαι δὲ τὴν χρείαν πρὸς τὰ συμβάντα ἀπὸ τῶν θεῶν. (9) ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματα ὠφελήσετε οὐ μικρῶς, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας, ἢ κομιδῇ τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθήναι. μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων μέμνησθε. (10) παρακαλῶ δ’ εἰς ταῦτα οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρ’ ἐνίων, ἀλλὰ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέραν χάριν προποθεῖς. ἀλλ’ οὔτε τὴν ἰδίαν ὀργὴν ἀναπληρῶν τὸ κοινῇ συμφέρον ὀφμαι δεῖν βλέπτειν, οὔτε μίγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντα οὐδέν, ἀλλ’ ἐφ’ αὐτοὺς ἄλλους παρακαλῶ, ταῦτα αὐτὸς εἰμαι δεῖν πρῶτος ποιεῖν.