Ancient Greek
318.2
Aristaenetus, Epistulae 318.2
Unproofread scanNot analysed yet
21 Ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλεῖον χρόνον τὸς παροῦσι κακοῖς συνέχωμαι, ψηφισασθὲ μοι ταῦτα ἂ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτε ἀνάξιον ὑμῶν μηδὲν μοι συμβῇ, μήτε ἰκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι· οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτ' ἂν καλόν. ἐπεὶ εἶγε μοι τὰ πρὸς ὑμᾶς ἀδύλλαχτα ὑπάρχει, τεινάναι με χρῆσιν ἤν. 22 εἰχότους δ'ἂν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίως ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτ' ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλ' ὅ τι ἂν βούλησθε, τοῦτο χρήσθω· παρ' ὧν γὰρ ἀπάντων καλῶν κάγαθῶν ἔτυχον, τούτους ὡμην δεῖν ἔχειν καὶ ἀμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ. 23 ἐπειδή δὲ καλῶς ποιοῦσα ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα οἷς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλευσάσθαι τῷ μηδὲν ἀνήκεστον ἐλφρισθαι περὶ ἐμοῦ, σώσατέ με, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἀξία καὶ ἐμοῦ. 24 ἐπ' οὐδενὶ γὰρ τῶν πεπραγμένων ἡδικηκότα με εὕρήσετε, οὐδ' ἐπιτήδευον ἄτιμον εἶναι οὐδ' ἀπολωλέναι, ἀλλὰ καὶ εὖνουν τῷ πλήθει τῷ ὑμετέρω τοὺς μάλιστα ὁμοίως, ἵνα μηδὲν ἐπίφρων γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγιστα ὑπάρχοντά μοι κατ' ἐμαυτὸν σύμβαλα εὐνοίας πρὸς ὑμᾶς.