Ancient Greek
321.1
Aristaenetus, Epistulae 321.1
Unproofread scanNot analysed yet
τὸ ταῦτα ποιεῖν ἴσον εἶναι φατε, ὅσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοποῦμενοι, ἀλλ’ οὐχ ὑπὲρ ἀνδρῶν προχειρέσεως καὶ πολιτείας βουλευομένοι, 14 ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπ’ εὐνοίᾳ τὰ Λυκούργου πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστι τυγχάνειν παρ’ ὑμῶν, εἰ δὲ τάναντία τούτων, ἐκεῖνον, ὅτ’ ἐζή, ἔδει δίκην διδόναι, τοῦτούς δὲ μηδ’ οὕτως, ἐφ’ οἷς ἐκεῖνος τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς· πάσι γὰρ πάντων τῶν ἀμαρτημάτων ὥρος ἐστὶ τελευτή. 15 ἐπεὶ εἴγ’ οὕτως ἔξετε, ὡσθ’ οἱ μὲν ἀγθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευμένοις μηδὲ πρὸς τελευτῆσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, ὁ δὲ δήμος, ὃ συναγωνίζεται τῶν δημοτικῶν ἑκάστους, μέχρι τοῦ παρόντος χρήσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντίει, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι. 16 Εἰ δὲ Μοιρυχλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερα ἢ καθ’ ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δήσει· ἐρωτήσας’ αὐτόν, ἥνικα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεοντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί ὧπότε οὐχ ἕωρα τὰ δίκαια ταῦτα. 17 εἰ δὲ μὴ φήσει τοῦτ’ ἀρχεῖν, οὐδὲ λέγειν ἐκ γε τῶν νόμων αὐτῷ προσῆκει. ὥστε πῶ; ἴσον ἐστὶ τοὺς μὲν ἀρχεῖν, οὓς μηδὲ λέγειν ἔξεστι, τοὺς δὲ δεδεῖσθαι, ὧν πολλὰ χρήσιμος ἦν ὧντι δ’ πατὴρ; ἐγὼ μὲν οὐχ ἕγω συλλογισάσθαι, εἰ μὴ τοῦτο δεῖξαι δημοσίᾳ βούλεσθε, 18 ὅτι βδελυρίᾳ καὶ ἀναίδειᾳ καὶ προαιρέσει πονηρίας ἐν τῇ πόλει ἰσχύει καὶ διασωθῆναι πλείω προσδοκίαν ἔχει, κἂν τι συμβῇ χαλεπὸν τοῖς τοιούτοις, ἀποθάνει γίγνεται, ἐν δὲ προαιρέσει χρηστῇ καὶ βίῳ σώφρονι καὶ δημοτικῷ προελθεῖναι ζῆν σφαλερόν, κἂν τι γένηται πταίσμα, ἀφυκτον ἔσται. 19 Ἔτι τοῖνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ἢ περὶ ζῶντος εἶχε; ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων ἢ τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω· παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦτα ὑπελήφα· ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἵδὼς ἂν ἴδοιμι ὑμᾶς ἀναμνησθέντας, οἷν τοῖς Ἀριστείδου καὶ Θρασύβουλου καὶ τοῖς Ἀρχίνοῦ καὶ πολλῶν ἑτέρων ἀπογόνους. 20 οὐχ ὡς ἐπιτιμῶν δὲ ταῦτα παρήνεγκα. τοσούτου γὰρ δέω τοῦτο ποιεῖν, ὥστε συμφέρειν μάλιστα τῇ πόλει τὰ τοιαῦτα κρίνω· προχλείσθω γὰρ πάντας ἐκ τούτων δημοτιχὸς εἶναι, δρώντας ὅτι κἂν ἐν τῷ καθ’ ἑαυτοὺς βίῳ ταῖς προσήκουσιν αὐτῶν τιμαῖς ὁ θόνος ἀντιστῇ, τοῖς γε παισὶν ὑπάρξει τὰ προσήκοντα παρ’ ὑμῶν κομισάσθαι. 21 πῶς οὖν οὐχ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιοῖς ὄντων τῶν χρόνων καθ’ οὓς ἐγένοντο χρήσιμοι, καὶ δι’ ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ὁράκατε ὑπεληφρότας, ὅμως τὴν