Ancient Greek
322.2
Aristaenetus, Epistulae 322.2
Unproofread scanNot analysed yet
(23) Θαυμαζῶ τοίνυν καὶ τοῦτ' εἰ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐδὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοὺς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσι πλεονεκτεῖν ὑπάρχει, κἂν ἀτυχῆσωσί τι, βαδίας εἶναι τὰς λύσεις, τοὺς δ' εἰς τὸν δῆμον ἀναρτήσαιν ἑαυτοὺς οὐ μόνον κατὰ τὰλλα ἐλαττον ἔχειν ὑπάρχει, ἀλλὰ καὶ τὰς συμφοράς βεβαίους τούτους μόνους τῶν ἄλλων μένειν. (24) ἀλλὰ μὴν δτι τοῦθ' οὕτω γίνεται, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπῳ ἀδύνατι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβῆν ὡς καὶ νῦν τοὺς Λυκούργου παῖδας, ἀφεθῆναι δὲ πᾶν τὸ ὀφλημα ἐπιστεύσαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἀδύνατι μὲν ὁμοίως, καταγόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιούωντι; ἀξίος γὰρ ἀνήρ. (25) καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἐφη καταλύεσθαι τῶν νῦν βουόντων. εἰκότως· οὐ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων ἕνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτε ἀδίους τοὺς ἀτυχήσασιν καθιστάναι τὰς συμφοράς συμφέρει, μήτ' ἀχαρίστους ὄντας φαλνεσθαι. (26) ἀλλὰ μὴν εἰγε ταῦθ' οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἥνίκα ἐκείνους ἠρῆτε, ἀλλὰ καὶ τοὺς βίους ἐσώζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σώσαντες. (27) μὴ τοίνυν τὸ κτήσασθαι τὴν ἐξωθεν φιλίαν λυσιτελέστερον δείκνυτε ἢ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μηδὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον ἢ τοὺς πολλοὺς ὑμῖν τὰ συμφέροντα πολιτευομένοις γιγνώσκεσθαι. τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντα ἀδύνατον· ἐὰν δ' ἐπ' εὑνοίᾳ ταῦτά τῷ δήμῳ τις φρονή, δικαίως ἐστι σώζεσθαι· εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον ἢ τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιουμένῳ τι γιγνώσθαι. (28) ὅλος δὲ κοινὸν ἐστιν ὀνειδος ἀπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά· τὸν φθόνον δοκεῖν μείζον ἰσχύειν παρ' ὑμῖν ἢ τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δὲ τοῖς θεοῖς ἀποδεδειγμένων.