Ancient Greek
332.2
Aristaenetus, Epistulae 332.2
Unproofread scanNot analysed yet
i' Μητροχλεί. Μὴ μόνον ἐπὶ τῇ στολῇ καὶ τῷ ὀνόματι καὶ τῇ διαίτῃ ὕφαιρε, Μητροχλείς, ἀλλὰ καὶ ἐπὶ τῷ αἰτεῖν ἀνθρώπους τὰ σωτήρια· οὐ γὰρ αἰσχρόν. βασιλεὺς γέ τοι καὶ δυνάσται παρὰ τῶν ὑποταγμένων αἰτοῦσι χρήματα, στρατιώται, ναῦς, σίτον, καὶ οἱ κάμνοντες παρὰ τῶν ἰατρῶν φάρμακα καὶ οὐ μόνον πυρετοῦ, ἀλλὰ καὶ φρίκης καὶ λοιμοῦ, καὶ οἱ ἐρασταὶ παρὰ τῶν παλλακῶν φιλήματα καὶ ἐπαφήματα, τὸν δὲ Ἡρακλέα παρὰ τῶν ἀνασθόντων φασι καὶ ἰχὺν λαμβάνειν. οὐ γὰρ προῖκα οὐδ' ἐπὶ χειρὸν ἀνταλλαγὴν, ἀλλ' ἐπὶ τῇ σωτηρίᾳ πάντων ἐστιν αἰτεῖν, ἀνθρώπους τὰ πρὸς τὴν φύσιν, καὶ ἐπὶ τῷ ταῦτα ποιεῖν Ἡρακλεῖ τῷ Διὸς καὶ ἔχειν ἀμείβεσθαι πολὺ κρεῖττονα ὧν λαμβάνεις αὐτός. (2) τίνα ταῦτα; μὴ πρὸς τὴν ἀλήθειαν εἶναι σοι τὴν μάχην τοῦτο πράσσοντι, ἀλλὰ πρὸς τὴν δόξαν. ἡ πάντη μάχου, κἂν μηδὲν σε ἐπεῖγῃ· καλὸν γὰρ τι ἔθος καὶ ὁ πρὸς τὰ τοιαῦτα πόλεμος. Σωκράτης δὲ ἔλεγε μὴ αἰτεῖν τοὺς σπουδαίους, ἀλλὰ ἀπαιρεῖν· εἶναι γὰρ αὐτῶν τὰ πάντα ὡς καὶ τῶν θεῶν. καὶ τοῦτ' ἐπειράτο συνάγειν ἐκ τοῦ κυρίως μὲν ὑπάρχειν τῶν πάντων τοὺς θεούς, κοινὰ δ' εἶναι τὰ τῶν φίλων, φίλον δ' εἶναι τῷ θεῷ τὸν σπουδαῖον. αἰτήσεις τοίνυν τὰ ἴδια.