Ancient Greek
332.6
Aristaenetus, Epistulae 332.6
Unproofread scanNot analysed yet
ιβ' Τῷ αὐτῷ. Οἱ πολλοὶ ἐπὶ τὸν εὐδαιμονισμὸν, ὅταν μὲν σύντομον δόδν ἐπ' εὐδαιμονίαν φέρουσαν ἀκούσωσι, ἵενται καθάπερ ἡμεῖς ἐπὶ φιλοσοφίαν· ὅταν δ' ἐπὶ τὴν δόδν ἀφίκωνται καὶ αὐτὴς τὴν χαλεπότητα θεάσωνται, ὡς ἀσθενούντες ὁπίσω ἀναχωροῦσιν, εἶτα μέμφονται που οὐχ ἑαυτῶν τὴν μαλακίαν, ἀλλὰ τὴν ἡμῶν ἀπάθειαν. ἔα οὖν τούτους μὲν ὅπως ἐσπουδάσασι ταῖς ἡδοναῖς συγκαθεύδειν· καταλήψεται γὰρ αὐτοὺς ζῶντας οὐκ εἰς ὧν ἡμᾶς διαβάλλουσι πόνος, ἀλλ' οἱ μείζονες, δι' οὓς πᾶση περιστάσει δουλεύουσιν αἰσχρῶς. σὺ δὲ ἐπίμενε ἐν τῇ ἀσκήσει ὡσπερ ἥρξω, καὶ σπούδαζε κατ' ἴσον ἡδονῇ ἀνταλγήσειν καὶ πόνῳ, ἐπεὶ καὶ κατ' ἴσον ἀμφότερα πολεμεῖν ἡμῖν πέφυκε καὶ εἰς τὰ πρῶτα ἐμποδίζειν, ἡ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ ἄγειν, ὁ δὲ διὰ τὸ ἀπὸ τῶν καλῶν ἀπάγειν τῷ φόβῳ.