Ancient Greek
333.5
Aristaenetus, Epistulae 333.5
Unproofread scanNot analysed yet
ιε'. Ἀντιπάτρῳ. Ἀκούων λέγειν σε μηδὲν με ποιεῖν παράδοξον διπλοῦν τριβῶνα φοροῦντα καὶ πᾶραν ἐξημμένον, ἐγὼ δὲ θαυμαστὸν μὲν οὐδὲν εἶναι φημι τούτων, καλὸν δ' ἑκάτερον αὐτῶν ἀπὸ διαθέσεως ἐπιηδεύομενον· οὐ γὰρ μόνον τὸ σῶμα ταύτῃ δεῖ κεχρῆσθαι τῇ λιτότητι, ἀλλὰ καὶ τὴν ψυχὴν σὺν αὐτῇ, οὐδ' ἐπαγγέλλεσθαι μὲν πολλά, πράττειν δὲ τὰ μηδὲν ἀρκοῦντα, ἀλλὰ τῷ βίῳ τὸν λόγον ἀκολουθοῦν ἐπιδείκνυσθαι. ἡ δὴ πειρῶμαι ποιεῖν καὶ μαρτυρεῖν μοι —ὅσως ὑπολήψη με λέγειν τὸν Ἀθηναίων δήμον ἢ τὸν Κορινθίων, ἀδίκους μάρτυρας ; τὴν ἐμαυτοῦ ψυχὴν φημι, ἣν οὐκ ἔστι λαθεῖν ἀμαρτάνοντα.