Ancient Greek
337.1
Aristaenetus, Epistulae 337.1
Unproofread scanNot analysed yet
κιονόκρανα, ἀλλ' ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιούντες, οὐδ' ἰachu-ροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιπθδεῖοι ὄν-τες. ἀλλ' εἰ νοῦν ἔχετε, ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες καλμὶ κοινῇ βουλῇ συνελθόντες ἡδύνθη σιμπαίνετε ἡ συμφρονεῖν μαθέτε ἡ ἀπαγάγεσθε· οὐ γὰρ δυνατόν ἐστιν ἄλλως ἐν τῷ ζῆν, εἰ μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπίοντες καὶ ὑπερμευσθέντες ὑπὸ ἰλῆγων καὶ στρόφων συνε-γόμενοι ὑπ' ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σω-θῆναι. (7) σπαταλῶσι δ' ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔχονται οἱ κοινοὶ δῆμοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἳς ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν. οὕτω δὲ καλῶς ποιούντες τέμνουσι καὶ κάουσι καὶ δε-σμεύουσι φαρμακὰ τε διδύσι καὶ ἐσω καὶ ἐξω τοῦ σώμα-τος. κἂν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν· ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγχαλεῖτε. πλεῖον δ' ἔμοιγε πάρεισι τὸ εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν· (8) διετέλεσα γὰρ ἐντυχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνος τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κυναδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴ-ρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάρους δὲ οὐσιν οἰμάζειν λέγω, ὅως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἑλληνοὶ γένωνται· νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρό-πῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσι ἐπὶ τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἰκα-νὸν οὐδὲν· καὶ γὰρ φιλόδοξοι καὶ ἀλόγοι καὶ ἀχρήστως τρεφόμενοι ἐστε.