Ancient Greek
340.2
Aristaenetus, Epistulae 340.2
Unproofread scanNot analysed yet
18. Ἀριστίππω. Ἐπιθυμῶν σε σχολάσαι βασκανίᾳ καθ’ ἡμῶν καὶ παρὰ τῷ τυράννῳ ὀνειδίζειν ἐκάστοτε τὴν ἐμὴν πενίαν, ὅτι ἡμᾶς ποτὲ κατέλαδες ἐπὶ τῆς κρήνης στέρεις ἀποκλύζοντας ὕδωρ τῷ ἄρτῳ. ἐγὼ δὲ ἀγαμαι, πῶς, ὦ μακάριε, τοῖς τὰ ἀξία ἐπαινιοῦσι πενίαν χακίζεις, καὶ ταῦτα Σωκράτους καταχρώς, τοῦ τὸν αὐτὸν μὲν τρέφωνα χειμῶνος καὶ θέρους καὶ ἀλλοτε ἀμπεχομένου, τὸν αὐτὸν δὲ πρὸς τὰς γυναῖκας κοινὸν ἔχοντος, ὕδωρ δὲ οὐκ ἐκ τῶν κηπῶν φέροντος οὐδ’ ἐκ τῶν μαγειρείων, ἀλλ’ ἀπὸ τῶν γυμνασίων. ἀλλ’ ἐοικας ταῦτα ἐπιλελησμένον διὰ τὰς Σικελικὰς τραπέζας. (2) χάγῳ οὐχ ὑπομνησῶ σε σπότου ἐστὶ πενία μάλιστα Ἀθῆνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ χάγῳ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἐτέρους· ἀπόρρη οὖν μοι μόνῃ ἐπίστασθαι ὑπὲρ αὐτοῦ), ὑπομνησῶ δὲ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνοικούντων, αἳ σε εὐφραίνουσιν, ὁπότε ἐσθίου καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἂ μήποτε ἡμῖν παρεῖν ἀνθρώπους ἐκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ