Ancient Greek
350.8
Aristaenetus, Epistulae 350.8
Unproofread scanNot analysed yet
μδ'. Μητροκλεῖ. Οὐ μόνον ἄρτος καὶ ὕδωρ καὶ σιτέας καὶ τριβὼν σωφροσύνην καὶ καρτερίαν διδάσκουσιν, ἀλλ' εἰ χρὴ οὕτως φάναι, καὶ ποιμενικὴ χεὶρ. ὤφελον καὶ τὸν πρὶν ἐκεῖνον βουκόλον ὄντα ἐξεῖσθαι. ἐπιμελοῦν οὖν καὶ ταύτης ἔνθα ἂν ἔπηγης· ἐστι γὰρ ἐκ τῆς συντάξεως τοῦ ἡμετέρου βίου. τὰς δὲ πρὸς τὰς γυναῖκας ἀκρατεῖς ἐντεῦξας πολλῆς δεομένας σχολῆς ἕα πολλὰ χαίρειν· οὐ γὰρ σχολὴ τι μόνον πτωχὸν αἰτεῖν κατὰ Ἰλάτωνα, ἀλλὰ τῷ ἐπ' εὐδαιμονίαν σύντομον ἐπειγομένῳ ἢ πρὸς γυναῖκας ἐντεῦξις ὀνησιν φέρει ἀνθρώπων δ' ἰδιωτῶν πολλῶν, οἷς ὁμοίως διὰ ταύτην τὴν πρᾶξιν ζημία, περιμαθήσεις παρὰ τοῖς μεμαθηκόσιν ἐκ παντὸς ἐργάσασθαι. οὐ μὴ ἐπιστρέψῃ, μηδ' εἰ σε διὰ τὸν τοιοῦτον βίον κύνα τινὲς ἢ ἄλλο τι ἀποκαλῶσι κείρον.