Ancient Greek
352.10
Aristaenetus, Epistulae 352.10
Unproofread scanNot analysed yet
μαῖς τῷ γὰρ- νας α- μη- α- όν- ετή ων v. Χαρμίδα. οὔ ταν τες Σοφίσματα μοι καὶ γρίφους ὁ σὸς γνώριμος Εὐρή-μων προύτεινεν ἐξησχημένα ὡς ἐνὶ μάλιστα. ἐγὼ δὲ οὐχ ἐπὶ τούτοις ἀξιῶ τὴν ἀρετὴν σεμνύνεσθαι, ἀ ταῖς κενάσι καὶ δυσανοίκτοις πυξίσιν ἔοικεν, ἀλλ’ ἐπὶ τῷ βίῳ, ὃν γυμνὸν ἐπιδείκνυσθαι πρέπει τοῖς ἐντυγχά-νουσι. μετὰ γοῦν τὰς χαλεπάς τε καὶ κατησχημένας ζητήσεις ὁ γενναῖος καὶ σοφὸς Εὐρύμων περὶ τῶν μη-τρῶν πρὸς τὸν πατέρα μόνον οὐχὶ γυμνὸς ἐπαγχρα-τίαζε, καὶ τὴν μάχην τοῦ σοφοῦ ἔνιοι τῶν ἐπιτυχόν-των φορτικῶν ἀνδρῶν διέλυον. δεῖ δέ, εἴπερ ἀρετῇ συνετέθραπτο, ἢ τὴν ἀρχὴν μηδὲ συστήναι χρημάτων ἐπιθυμίαν περὶ αὐτόν, ἢ πάσης κακίας ἐστὶν αἰτία, οὐ τῆς σεμνοτάτης φιλοσοφίας, ἥς ἀχρήσθαι τὸ σύμπαν πάθος. οἱ Ἀθηναῖοι δὲ καθ’ ὑμᾶς φιλοσοφήσαντες εἴοικαν τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἀ μὴ αὐτοὺς ἰᾶσθαι δεδύνηται.