Ancient Greek
353.4
Aristaenetus, Epistulae 353.4
Unproofread scanNot analysed yet
β'. 'Ρούφω. Ἑρέννιον τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμενος, οὕτω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ· τσαῦτα μέντοι ἀξίων αὐτὸν μαρτυρήσαι ὡς καὶ γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ ὅσα πείραν ἤδη -τῷ χρόνῳ· δέδωκε. καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐχέλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθός, ἐπὶ δ’ ἂν γένοιτο βελτίων σοὶ συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δὲ μοι τὰ πολλὰ περὶ πολλῶν χαιριζόμενος ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέννιον σαυτῷ νομίζων.