Ancient Greek
369.4
Aristaenetus, Epistulae 369.4
Unproofread scanNot analysed yet
β'. Σοφοκλεῖ. Ἐκομίσθη Ἀθῆναζε, ὦ Σοφοκλῆς, ἡ παρὰ τῶν εἰς Χίον πλοῦν γενομένη σοι συμφορά, καὶ ἴσθι οὕτω διατεθεῖσαν τὴν πόλιν ἅπασαν, ὡς μηδὲ τοὺς ἐχθροὺς ἥσσον ἀχθεσθήναι τῶν φίλων. τὸ δὲ τοσούτου κακοῦ ἤκοντος περισώζεσθαί σε καὶ τὸ τῶν συνόντων σοι φίλων μηδὲ θεραπόντων ἀποσχεῖν μηδένα, οὐκ ἄλλο τι ἔγνωμεν ἢ θεοῦ πρόνοιαν γενέσθαι πεῖσθαι, ἢ μέντοι περὶ τὰ δράματα συμφορά, ἣν τίς οὐχὶ κοινὴν ἀπάσης τῆς Ἑλλάδος νομίζεσθ᾽ ἄν, δεινὴ μέν, ἀλλὰ περίοντος γε σοῦ ῥαδίως ἐπανορθωθήσεται. (2) σκόπει δ' ὅπως ἀσφαλεστέραν ἢ τεχνωτέραν ποιήσω τὴν ἐπάνοδον, καὶ εἰ τι ἄρα ἡ θάλασσα ἢ τὸ κρύος παραχρῆμα νηγόμενόν γε ἢ ὑστερὸν κακῶσαι δοκεῖ, ῥάσας τὸ σῶμα πρῶτον ἢσυχὴ ἐπάνυθι. καὶ τὰ οἴκοι ἴσθι κατὰ νοῦν καὶ ὅσα ἐπέστειλας ἐπιτελῆ ὄντα. ἀσπασαι Χιονίδην τε καὶ Λαπρέπην, καὶ εἰδέτωσαν ἡμᾶς οὐχ ἥκιστα