Ancient Greek
371.1
Aristaenetus, Epistulae 371.1
Unproofread scanNot analysed yet
ὁ θεός. ἀλλ’ οὐ σὺ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεὶδες προοὐδὸς ἤδη καὶ πέπτωται παρῶν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατ’ὀπὶν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξίως. (3) ἀλλὰ δῆτα, κἂν ἐπίσχη πνέων, πάντως ἤδη καὶ πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ἡσθόντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμνημα τῆς σῆς εὐπραξίας. καὶ οἱ μὲν πόνου παύσονται· ἂν ἐκσταίντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνεῖδος ὧν τε ἐπαθον τοῖς παθούσι καὶ σοὶ τῇ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἄρχου τοῦτο καὶ ἐν δυσπραξίαις ἡδονὰς παρέχειν. ταῦτα δὴ παρακελεύομαί σοι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμους ἂν, οὐδ’ ἔστι τις τοῦτου χόρος, τὰ δ’ ἄλλα πρῶς ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει· καὶ γὰρ τοῦτο αὐτὸ οὐχ ἄλλων τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεται παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀπεθῆ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ το τοιούτον εἶναι τὸν τρόπον. (4) ἐπὶ γε μὴν καὶ τὸ τοὺς ἀπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδάζομένους καὶ πάλιν αὐ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαι σε πανταχόθεν καὶ γοργησίαις τῶν ἐπιτηδειῶν ἀφόνους καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προίωσιν ἐν ταῖς ἑαυτῶν ἐκάστοι τέχναις, καὶ τούτων ἀνατιμπλᾶναι τὸν οἶκον, ἀλλὰ μὴ χολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάχισ, ὅτι ἐπ’ ἐκείνοις μᾶλλον ἔστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιούτον ὄντα παρὰ τοῖς ἐπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκεῖνους εὐτυχεῖν· ἐκεῖνοις μὲν γε, κἂν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρχη καὶ δόξαν εἶναι καὶ ἡδονὴν τὰς τέχνας. τίς σ’ οὖν ἂν ἀγάσαιο καὶ μαχαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολογοῦσιν ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοὶ φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πᾶν σοὶ συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων.