Ancient Greek
376.2
Aristaenetus, Epistulae 376.2
Unproofread scanNot analysed yet
ε’. Ἡράκλειτος Ἀμφιδάμαντι. Νοσῶμεν, Ἀμφιδάμα, νοῦσον ὑδρωπα, ὥστε ὅσα ἐν ἡμῖν, ἑκάστου τὸ κράτος νόσημα. ὑπερβολὴ θερμοῦ πυρετός, ὑπερβολὴ ψυχροῦ παράλυσις, ὑπερβολὴ πνεύματος πνίγος, ἡ νῦν ἐμὴ ὑγρὰ νόσος. ἀλλὰ θεῖόν τι ψυχὴ ἢ ἀρμόζουσα αὐτά. ὑγίεια ἐστὶ τὸ πρῶτον ἰατρικώτατον φύσις· οὐ γὰρ εἰκάζει ἡ πρώτη ἀτεχνία τὸ παρ’ αὐτῇν, ἀλλὰ ὑστερον. ἀλλὰ μιμούμενοι οἱ ἄνθρωποι ἐπιστήμας καὶ ἀγνοίας ἐκάλεσαν. ἐγὼ εἰ οἶδα κόσμου φύσιν, οἶδα καὶ ἀνθρώπου, οἶδα νόσους, οἶδα ὑγίειαν. ἰσόμοι ἐμαυτόν, μιμήσομαι θεόν, ὃς κόσμου ἀμετρίας ἐπανισοῖ ἡλίῳ ἐπιτάττων. (2) οὐχ ἀλώσεταί νόσῳ Ἡράκλειτος, νόσος Ἡρακλείτου ἀλώσεταί γνώμῃ. καὶ ἐν τῷ παντὶ ὑγρὰ αὐξάνεται, θερμὰ ψύχεται. οἶδεν ἐμὴ σοφία ὁδοὺς φύσεως, οἶδε καὶ νόσου παύλαν. ἐὰν δὲ φύσιν ὑπέρανθλον γέννηται τὸ σῶμα, δύσεταί εἰς τὸ εἰμαρμένον. ἀλλὰ οὐ ψυχὴ δύσεταί, ἀλλ’ ἀθάνατον οὔσα χρήμα εἰς οὐρανὸν ἀναπτήσεται μετάρσιος, δέξονται δὲ με αἰθέριοι δόμοι καὶ Ἔφεσίου συκοφαντήσω. πολιτεύσομαι οὐκ ἐν ἀνθρώποις, ἀλλ’ ἐν θεοῖς, καὶ οὐχ ἰδρύσω ἄλλων βωμούς, ἀλλ’ ἐμοὶ ἀλλοῖ, οὐδὲ ἀπειλήσει μοι ἀσθεῖαν Εὐθύκλεις, ἀλλ’ ἐγὼ ἐκείνῳ χολήν. (3) θαυμάζουσι πῶς δεῖ σκνυθρωπὸς Ἡράκλειτος, οὐ θαυμάζουσι πῶς δεῖ πονηροὶ ἄνθρωποι. μικρὰ τῆς κακίας ὑπανεῖτε, κἀγὼ τάχα μειδιάσω. καίτοι πράξοτε ἐν τῇ νόσῳ νῦν ἐγενόμην, ὅτι οὐχ ἐντυχάνω ἀνθρώποις, ἀλλὰ μόνος νοσῶ, τάχα καὶ ψυχὴ μαντεύεται ἀπόλυσιν ἑαυτῆς ἤδη ποτὲ ἐκ τοῦ δεσμοτηρίου τούτου, καὶ σειομένου τοῦ σῶματος ἐκκύπτουσα ἀναμιμνήσκει τὰ πάτρια χωρία, ἔνθεν κατελθοῦσα περιεβάλετο ῥέον σῶμα τεθνειώς