Ancient Greek
380.9
Aristaenetus, Epistulae 380.9
Unproofread scanNot analysed yet
ἐλευθερίας, ἀβθεῖς τοῦ ἀρχεῖν. καὶ νῦν ὡς εἰκὸς ὑπα- τις Σμύθης ἢ Τριβαλλὸς ἢ Παρλαγὼν ἢ μηδὲν ἔχων ὄνομα γῆρας ὑποστῆ τὴν Λυκούργειον σκληραγωγίαν, Λάκων ἐστίν, ὥστε ἕκαστος τῶν πολιτευομένων ἐν ἑαυτῷ φέρων τὴν πατρίδα ἔργεται, πάσης δὲ πόλεως συγκαθεῖσι κακία, κἂν ἐν μέσαις ταῖς στήλαις τις οἴκη· οὐδὲ Ἐρεσίων εἶναι τινα πειθώμαι, εἰ μὴ ὡς κύνα Ἐρεσίων ἢ βοῦν· ἀνὴρ δὲ Ἐρεσιος, εἰ ἀγαθός, κόσμου πολίτης. τοῦτο γὰρ κοινὸν πάντων ἐστὶ γηορίον, ἐν ᾧ νόμος ἐστὶν οὐ γράμμα ἀλλὰ θεός, καὶ ὁ παραβαίνων ἂ μὴ γρῆ ἀσεβήσει· μᾶλλον δὲ οὐδὲ παραβήσεται, εἰ παραβάς οὐ λῦσεται. (3) πολλοὶ δίκης Ἐρινύες, ἀμαρτημάτων φύλακες. Ἡσίοδος ἐψευστο τρεῖς μυριάδας εἰπών· ὀλίγαι εἰσίν, οὐκ ἀρχούσι κακία κόσμου· πολὺ ἐστὶ πονηρία. ἐμοὶ δὲ πολῖται θεοί, θεοὶ ξυνοικοῦν δι’ ἀρετῆς σὺν ἄνιον ὁπόσος ἐστὶ, πονηροὶ δὲ οὐδ’ ὅτι εἰσίν. ἢ αἰσχύνονται Ἐρεσίοι δοῦλους ἀγαθούς εἶναι; εἰκῶς· αὐτοὶ γὰρ κακοὶ ἐλεύθεροι, οἱ οὐκ ἐλευθέρους πάθεσιν εἴκουςι. πεισάθωσαν οἷοι εἰσι, καὶ ἀγαπήσουσι πάντας ἰσότητι ἀρετῆς. τί δὲ οἴεσθε, ὦ ἄνθρωποι, εἰ θεὸς οὐ πεποικώς κύννας οὐδὲ πρόβατα δούλους, οὐδὲ ὄνους οὐδὲ ἵππους οὐδὲ ὄρεις, ἀνθρώπους ἐποίησε; (4) καὶ ὅτι χρείττους ἐκάκωσε δουλεία, οὐκ αἰσχύνησε καὶ τοῦτο τῆς ὑμετέρας ἀδικίας καὶ ἔργον καὶ ὄνομα; πῶς χρείσονται Ἐρεσίων λύκοι καὶ λέοντες, οὐκ ἐξανδραποδίζοντες ἀλλήλους, οὐδὲ ἐπράσα ἀετὸς ἀετὸν, οὐδὲ λέων λέοντι οἰνοχοεῖ, οὐδὲ ἐξέτεμε κύων κύνα, ὡς ὑμεῖς τὸν τῆς θεοῦ Μεγάδυζον, φοβούμενοι τῇ παρθενία αὐτῆς ἄνδρα ἱεράσθαι. ἢ πῶς ἀσεβήσαντες εἰς φύσιν εὐσεβεῖτε εἰς ξόανον; ἵνα θεοὶ καταχρᾶται πρώτων ὁ ἱερεὺς ἀσχημένος τὸν ἄνδρα. κατέγνωτε καὶ τῆς θεοῦ ἀκρασίαν, εἰ φοβεῖσθε ὅπ’ ἀνδρὸς αὐτὴν θεραπεύεσθαι. (5) «μὴ συγχαιζέτω μοι δοῦλος μηδὲ συνδειπνεῖτω »Ἐρεσίοι λέγουσιν, ἐγὼ δὲ ἐρῶ δικαιοτέραν φωνήν· συγκαθιζέτω μοι ἀγαθὸς καὶ συνδειπνεῖτω μοι, μᾶλλον δὲ προκαθιζέτω, προτιμηθῶ· οὐ γὰρ τύχῃ τὸ ἰσούμενον, ἀλλ’ ἀρετή. τί ὑμᾶς ἀδίκηι Ἐρμόδωρος, Ἐρεσίους ὑπομυνησκόων πάντας ἀνθρώπους εἶναι καὶ μηδεὶα μεγαλαυχεῖν τύχῃ ὑπὲρ φύσιν; μόνη πονηρία δουλαγωγεῖ, μόνη ἐλευθεροὶ ἀρετή, ἀνθρώπων δὲ οὐδεὶς. κἂν ἐπιτάττητε ἄλλοις διὰ τύχην ἀγαθὸς οὖσιν, αὐτοὶ δοῦλοί ἐστε δι’ ἐπιθυμίαν, κελευόμενοι ὑπὸ τῶν ἑαυτῶν δεσποτῶν. (6) οὐ φοβεῖσθε δέ, ὦ ἄνθρωποι, πόλεως ὀλιγαρχίαν; τί οὖν ἐπηλθ’ εἰσάξτετε πλήθος, δέον τοὺς ὑφ’ ὑμῶν ἀχθέντας καὶ τραφέντας καὶ ἀπειλαῖς καὶ χολάσει καὶ φόβοις ἀγαθούς γενομένους; ἐσονται κρεῖττους, Ἐρμόδωρε, οἱ πεισθησόμενοι τοῖς σοῖς νόμοις, μὴ χαλεπαίνει. μαντεύεται τὸ ἔμὸν ἦθος, ὅπερ ἐκάστω δαίμων. καὶ πεισθήσονται, ὅν ἐστι καὶ τὸ σύμπαν κράτος μιμησαμένων φύσιν. (7) σῶμα δοῦλον ψυχῆς συμπολιτεύεται ψυχῇ, καὶ οὐ χαλεπαίνει νοῦς ἴδιοις συνοικοῦν ὑπηρεταῖς, καὶ γῆ, τὸ ἀτιμώτατον ἐν κόσμῳ, οὐρανῷ συνάγχει, καὶ οὐκ ἀναίνεται οὐρανὸς ἐπίκαιρα ἐδάφη, οὐδὲ καρδία σπλάγχνα, τὸ ἰερώτατον χῆμα