Ancient Greek
383.4
Aristaenetus, Epistulae 383.4
Unproofread scanNot analysed yet
β'. Παῖτος βασιλεὺ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν. Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην τοῦ λοιμικοῦ πᾶθους· ὅσα γὰρ ἐκ φύσιος γίνεται νοσήματα, αὐτὴ ἡ φύσις ἵστησι κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίας, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων. (2) Ἰπποκράτης δὲ ἱητρὸς ἵστησι τοῦτο τὸ πᾶθος. τῷ γένει μὲν οὖν ἐστὶ Δωριεύς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἰπποκράτεος τοῦ Γνωσιδίου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. (3) οὕτως θεῖη φύσι κέχρηται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν εἰς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν. γίνεται μὲν οὖν ὁ θεὸς Ἰπποκράτῃς ἕνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέος, ὀκτωκαδέκατος δὲ ἀπὸ Ἀσκληπιού, εἰκοστὸς δὲ ἀπὸ Διός, μητρὸς δὲ Πραξιθέης τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν, ὥστε κατ' ἀμφοτέρα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστι ὁ θεὸς Ἰπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. (4) ἔμαθὲ δὲ τὴν τέχνην παρὰ τε τῷ πατρὶ Ἡρακλείδᾳ καὶ παρὰ τῷ πάππῳ Ἰπποκράτει. ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκός, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανόν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδίδαξε, θεῖη φύσι κεχρημένος, καὶ τοσούτων ὑπερθεσάμενος τῇ τῆς ψυχῆς εὐγενείᾳ τοὺς προγόνους, ὅσον διενήνογε αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ. καὶχάριε δὲ οὐ θηρίων, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν δια-