Ancient Greek
392.2
Aristaenetus, Epistulae 392.2
Unproofread scanNot analysed yet
κ'. Ἱπποκράτης· Δαμαγήτω χαιρεῖν. Τοῦτ' ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέχοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεις, καὶ ἡμέας ἐσωφρόνεις καὶ δι' ἡμῶν πάντας ἀνθρώπους. 1 ἐξέπεμψας δέ μοι, φιλότα, ὡς ἀληθῶς ἀσκληπιάδα νῆα, ἡ πρόσθες μετὰ τοῦ ἀλίου ἐπίσημον καὶ Ἱγνείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνη τῇ ἡμέρῃ κατέπλευσε ἐς Ἀβδήρα, ἥπερ αὐτοῖσι ἐπεστάλκεα ἀρίεσθαι. πάντας οὖν ἀλλέας πρὸ τῶν πυλέων εὑρομεν, ὡς εἴκός, ἡμέας περιμένοντας, οὐχ ἀνδρας μούνον ἀλλὰ καὶ γυναῖκας, ἐπὶ δὲ καὶ πρεσβύτας καὶ παῖδια, νὴ τοὺς θεοὺς κατηρέας καὶ τὰ νίπια. 2 καὶ οὗτοι μὲν ὡδε εἶχον ὡς ἐπὶ μαινομένω τῷ Δημοκρίτω, ὁ δὲ μετ' ἀχοιθείης τότε ὑπερεφιλοσόφησε. ἐπεὶ δὲ με εἶδον, ἔδοξάν που σμικρόν τι ἐφ' ἑωυτῶν γεγονέναι καὶ χρηστάς ἐλπίδας ἐποιεῦντο, ὁ δὲ Φιλοποίμην ἀγείν ἐπὶ τὴν ξενίην με ὡρμέετο, κάκεινος ἐυνεδόκεε τοῦτο. 3 ἐγὼ δὲ ἔφην «ὦ Ἀβδηρίται, οὐδὲν ἐστὶ μοι προύγου ἢ Δημοκρίτον θεήσαθαι »,οἱ δ' ἐπῆγον ἀκούσαντες καὶ ἤσθησαν, ἡγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἐπόμενοι, οἱ δὲ προθεόντες ἐτέρωθεν ἕτεροι, «ὦ Ζεῦ βασιλεῦ »λέγοντες «βοήθες θεράπευσον. »4 κάγω παρηγόρεον θαρρεῖν, ὡς τάχα μὲν οὐδενὸς ὄντος κακοῦ πίσυνος ἐτήσιστο ὤρρη, εἰ δ' ἀρα καὶ τις βραχέος, ἐσδιορθώσθαι. καὶ ἅμα ταῦτα λέγων ἦειν, οὐδὲ γὰρ πόρρω ἦν ἡ οἰκίη, μᾶλλον δ' οὐδὲ ἡ πόλις. 5 παρήμεν οὖν (πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανε) καὶ ἀνάγουσί με ἡσυχή. ἐπειτα κατόπιν τοῦ πύργου βουνός τις ἦν ὑψηλός, μαχρήσι καὶ λασίῃσι αἰγείροισι ἐπίσκιος