Ancient Greek
405.2
Aristaenetus, Epistulae 405.2
Unproofread scanNot analysed yet
Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων. Ἐπειδὴ Ἱπποκράτης Κῶος ἱητρὸς ὑπάρχων καὶ γεγο-νὼς ἀπὸ Ἀσκληπιοῦ μεγάλην εὔνοιαν μετὰ σωτηρίαςἐνδεδείκται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸτῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀπο-στείλας τοὺς ἑαυτοῦ μαθητὰς παρήγγειλε τίσι χρή θε-ραπείαις χρωμένους ἀσφαλῶς διώσασθαι τὸν ἐπὶόνταλοιμόν, (2) ὅπως τε ἰατρικὴ τέχνη Ἀπόλλωνος διαδο-θεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σῴζη τοὺς κάμνοντας αὐ-τῶν· ἐξέδωκε δὲ καὶ ξυγγραφὰς ἀφόδους τὰ περὶ τῆςἰατρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζονταςὑπάρχειν ἰατρούς, τοῦ τε Περσῶν βασιλέως μεταπεμ-πομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ᾽ αὐτὸν ἴσαις καὶδώροις ἐφ᾽ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρήσαι, ὑπερεῖδεπάς ὑποψίας τις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸςἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. (3) ὅπως οὖν ὁ δῆμος ὁἈθηναίων φαίνεται προαιρούμενος τὰ χρήσιμα διαπαντός ὑπὲρ τῶν Ἑλλήνων, καὶ ἵνα χάριν ἀποδῷ πρέ-πουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων, δέδο-κται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλαδημοσία καθάπερ Ἡρακλέα τὸν Διός, καὶ στεφανῶσαιαὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων, ἀναγορεύ-σαι τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷἀγῶνι τῷ γυμνικῷ, καὶ ἐξέναι πᾶσι Κῴοις παισὶνἐφηβέυσιν ἐν Ἀθήναις, ἐπειδήπερ ἡ πατρίς αὐτῶν ἄν-δρα τοιούτον ἐγέννησεν. εἶναι δὲ Ἱπποκράτει καὶ πο-λιτεῖαν καὶ σίτησιν ἐν Πρυτανείῳ διὰ βίου.