Ancient Greek
413.1
Aristaenetus, Epistulae 413.1
Unproofread scanNot analysed yet
ΙΣΟΚΡΑΤΟΥΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Ἰσοκράτης Διονυσίῳ χαίρειν. Εἰ μὲν νεώτερος ἦν, οὐκ ἂν ἐπιστολὴν ἐπεμπον ἀλλ' αὐτὸς ἂν σοι πλεύσας ἐνταῦθα διελέγην· ἐπειδή δ' οὐ κατὰ τοὺς αὐτοὺς χρόνους δ τε τῆς ἡλικίας τῆς ἐμῆς καιρὸς καὶ τῶν σῶν πραγμάτων συμβέβηκεν, ἀλλ' ἐγὼ μὲν προεπειρήχα, τὰ δὲ πράττεσθαι νῦν ἀκμὴν εἴληφεν, ὡς οἷον τ' ἐστὶν ἐκ τῶν παρόντων, οὕτω σοι πειράσομαι δηλῶσαι περὶ αὐτῶν.