Ancient Greek
418.5
Aristaenetus, Epistulae 418.5
Unproofread scanNot analysed yet
(4) Εἰ μὲν οὖν εἶχον τὴν αὐτὴν δύναμιν ἣνπερ πρότερον, καὶ μὴ παντάπασιν ἤν ἀπειρηκώς, οὐκ ἂν δι' ἐπιστολῆς διελογόμην, ἀλλὰ παρὼν αὐτὸς παρώξυνον ἂν σε καὶ παρεκάλουν ἐπὶ τὰς πράξεις ταύτας. νῦν δ' ὡς δύναμαι παρακελεύομαί σοι μὴ καταμελήσαι τούτων, πρὶν ἂν τέλος ἐπιθῇς αὐτοῖς. ἐστι δὲ πρὸς μὲν ἄλλο τι τῶν ὄντων ἀπλήστως ἔχειν οὐ καλόν (αἱ γὰρ μετριότητες παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦσι), δόξης δὲ μεγάλης καὶ καλῆς ἐπιθυμεῖν καὶ μηδέποτ' ἐμπιπλάσθαι προσήκει τοῖς πολὺ τῶν ἄλλων διενεγκούσιν· ὅπερ σοὶ συμβέβηκεν. (5) ἠγοῦ δὲ τοῦ' εἶεν ἀνυπέρβλητον αὐτὴν καὶ τῶν σοὶ πεπραγμένων ἀξίαν, ὅταν τοὺς μὲν βαρβάρους ἀναγκάσῃς εἰλωτεύειν τοῖς Ἕλλησι πλὴν τῶν σοὶ συναγωνισαμένων, τὸν δὲ βασιλέα τὸν νῦν μέγαν προσαγορευόμενον ποιήσῃς τοῦτο πράττειν δ τι ἂν σὺ προστάττῃς. ταῦτα δὲ κατεργάσασθαι πολὺ ῥᾷόν ἐστιν ἐκ τῶν νῦν παρόντων, ἢ προσελθεῖν ἐπὶ τὴν δύναμιν καὶ τὴν δόξαν, ἣν νῦν ἔχεις, ἐκ τῆς βασιλείας τῆς ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάσης· οὐδὲν γὰρ ἔστι λοιπὸν ἐτι πλὴν θεὸν γενέσθαι.