Ancient Greek
419.2
Aristaenetus, Epistulae 419.2
Unproofread scanNot analysed yet
δ'. Ἀντιπάτρω. 'Εγώ, καίπερ κινδύνου παρ' ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμψειν ἐπιστολήν, οὐ μόνον νῦν ὅτε πολεμοῦμεν πρὸς ὑμᾶς, ἀλλὰ καὶ τῆς εἰρήνης οὔσης, δίκως γράφω πρὸς σὲ προειδὼμην περὶ Διοδώτου, δίκαιον εἶναι νομίζων ἀπαντᾶς μὲν περὶ πολλοῦ ποιεῖν σαι τοὺς ἐμαυτῷ πεπλησιακότας καὶ γεγεννημένους ἀξίους ἡμῶν, οὐχ ἥκιστα δὲ τοῦτον καὶ διὰ τὴν εὐνοίαν τὴν εἰς ἡμᾶς καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν. 2 μάλιστα μὲν οὖν ἐβουλόμην ἂν αὐτὸν συσταθῆναί σοι δι' ἡμῶν· ἐπειδὴ δὲ δι' ἑτέρων ἐντεύχῃ σοι, λοιπὸν ἐστὶ μοι μαρτυρῆσαι περὶ αὐτοῦ καὶ βεβαιώσαι τὴν γεγεννημένην αὐτῷ πρὸς σὲ γνώσιν. ἐμοὶ γὰρ πολλῶν καὶ παντοδαπῶν συγγενεῖς ἀνδρῶν, καὶ δόξας ἐνίων μεγάλας ἔχοντων, τῶν μὲν ἄλλων ἀπάντων οἱ μὲν τινες περὶ αὐτὸν λόγον οἱ δὲ περὶ τὸ διανοηθῆναι καὶ πράξει δεῖνι γεγόνασιν, οἱ δ' ἐπὶ μὲν τοῦ βίου σώφρονες καὶ χαρίεντες, πρὸς δὲ τὰς ἄλλας χρήσεις καὶ διαγωγὰς ἀφρεῖς παντάπασι· 3 οὗτος δ' οὕτως εὐάρμοστον τὴν φύσιν ἐσχεν ὡς' ἐν ἅπασι τοῖς εἰρημένοις τελειότατος εἶναι. καὶ ταῦτ' οὐκ ἂν ἐτόλμων λέγειν, εἰ μὴ τὴν ἀκριβεστάτην πείραν αὐτὸς τ' εἶχον αὐτοῦ καὶ σὲ λήψεσθαι προσεδόχων, τὰ μὲν αὐτὸν χρῶμενον αὐτῷ, τὰ δὲ καὶ παρὰ τῶν ἄλλων τῶν ἐμπείρων αὐτοῦ συνδανόμενον, 4 ὧν οὐδὲς ὅστις οὐκ ἂν δμολογήσειεν, εἰ μὴ λίαν εἴη φθονερὰς, καὶ εἴπειν καὶ βουλεύσασθαι μηδενὸς ἧττον αὐτὸν δύνασθαι, καὶ δικαιότατον καὶ σωφρονέστατον αὐτὸν εἶναι καὶ χρημάτων ἐγκρατέστατον, ἐπὶ δὲ συνημερεῦσαι καὶ συμβιῶναι πάντων ἥδιστον καὶ λιγυρώτατον, πρὸς δὲ τοῦτο πλείστην ἔχειν παρηγορίαν, οὐχ ἤν οὐ προσήκην, ἀλλὰ τὴν εἰκῶς ἂν μέγιστον γιγνομένην σημεῖον τῆς εὐνοίας τῆς πρὸς τοὺς φίλους· 5 ἤν τῶν δυναστῶν οἱ μὲν ἀξιοῦμεν τὸν ὄγκον τὸν τῆς ψυχῆς ἔχοντες τιμῶσις ὡς χρησίμην οὔσαν, οἱ δ' ἀδενέστεροι τὰς φύσεις ὄντες ἤ κατὰ τὰς ὑπαρχούσας ἐξουσίας δυσχεραίνουσιν, ὡς ὧν οὐ προαιροῦνται τι ποιεῖν βιαζομένην αὐτούς, οὐκ εἰδότες ὡς οἱ μάλιστα περὶ τοῦ συμφέροντος ἀντιλέγειν τολμῶντες, οὗτοι πλείστην ἐξουσίαν αὐτοῖς τοῦ πράττειν ἂ βούλονται παρασκευάζουσιν. 6 εἰκὼς γὰρ διὰ μὲν τοὺς ἀεὶ πρὸς ἡδονὴν λέγειν προαιρουμένους οὐχ ὅπως τὰς μοναρχίας δύνασθαι διαμεῖναι, ἀλλὰ πολλοὺς τοὺς ἀναγκαίους ἐφελκονται κινδύνους, ἀλλ' οὐδὲ τὰς πολιτείας, ἀλλὰ μετὰ πλείους ἀσφαλείας εἰσὶ διὰ δὲ τοὺς ἐπὶ τῷ βελτίστῳ παρρησιαζομένους πολλὰ σώζεσθαι καὶ τῶν