Ancient Greek
421.4
Aristaenetus, Epistulae 421.4
Unproofread scanNot analysed yet
2 Ἀκούω δὲ σε πάντων λεγόντων, ὡς φιλάνθρωπος εἶ καὶ φιλαθήναιος καὶ φιλόσοφος, οὐκ ἀφρόνως ἀλλὰ νῦν ἔχοντως. τῶν τε γὰρ πολιτῶν ἀποδέχεσθαι σε τῶν ἡμετέρων οὐ τοὺς ἠμεληκότες αὐτῶν καὶ πονηρῶν πραγμάτων ἐπιθυμοῦντας, ἀλλ᾽ οἷς συνδιατριβὼν τ᾽ οὐκ ἂν λυπηθείης, συμβάλλων τε καὶ κοινωνιῶν πραγμάτων οὐδὲν ἂν βλαβείης οὐδ᾽ ἀδικηθείης, οἷοιπερ χρη πλησιάζειν τοὺς εὖ φρονοῦντας· 3 τῶν τε φιλοσοφῶν οὐκ ἀποδοκιμάζειν μεν οὐδὲ τὴν περὶ τὰς ἑρίδας, ἀλλὰ νομίζειν εἶναι πλεονεκτικὴν ἐν ταῖς ἰδίαις διατριβαῖς, οὐ μὴν ἀρμόττειν οὔτε τοῖς τοῦ πλήθους προστώσις οὔτε τοῖς τὰς μοναρχίας ἔχουσιν· οὐδὲ γὰρ συμφέρον οὐδὲ πρέπον ἐστὶ τοῖς μᾶλλον τῶν ἄλλων πονοῦσιν οὐδ᾽ αὐτοῖς ἐρίζειν πρὸς τοὺς συμπολιτευσμένους οὔτε τοῖς ἄλλοις ἐπιτρέπειν πρὸς αὐτοὺς ἀντιλέγειν. 4 ταύτην μὲν οὖν οὐκ ἀγαπῶν σε τὴν διατριβὴν, προαίρεισθαι δὲ τὴν παιδείαν τὴν περὶ τοὺς λόγους οἷς χρὼμ᾽ εθὰ περὶ τὰς πράξεις τὰς προσπιπτούσας καθ᾽ ἑκάστην τὴν ἡμέραν, καὶ μεθ᾽ ὧν βουλευόμεθα περὶ τῶν κοινῶν· δι᾽ ἣν νῦν τε δοξάζεις περὶ τῶν μελλόντων ἐπικειῶς, τοῖς τ᾽ ἀρχομένοις προστατεῖν οὐκ ἀνοήτως, ἃ δεῖ πράττειν ἑκάστους, ἐπιστήσει, περὶ δὲ τῶν καλῶν καὶ δικαίων καὶ τῶν τούτοις ἐναντίων ὀρθῶς κρίνεις, πρὸς δὲ τοῖς τιμῶν τε καὶ χολάζειν, ὡς προσἦκον ἐστιν ἐκατέρους. 5 σαφρονεῖς οὖν νῦν ταῦτα μελετῶν· ἐλπίδως γὰρ τῷ τε πατρὶ καὶ τοῖς ἄλλοις παρέξεις, ὡς, ἂν πρεσβύτερος γενόμενος ἐμμενῆς τούτοις, τοσοῦτον προέξεις τῇ φρονήσει τῶν ἄλλων, ὅσον περ ὁ πατὴρ σου διενήνοχεν ἀπάντων.