Ancient Greek
423.1
Aristaenetus, Epistulae 423.1
Unproofread scanNot analysed yet
εἴη, προσλάβοιμι· καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἑμοῖς χρωμένους αὐτὸς μόνος ἀπεχοίμην τῶν ὑπ’ ἐμοῦ πρότερον εἰρημένων. τοῦτο γὰρ ἕνεκα ταῦτα προείπον, ὅτι τὸ πρῶτον ἐπιρρομένου ἐν τῶν τεθρυλημένων ἐστίν. 8 εἰδὼσι γὰρ λέγειν πρὸς τοὺς περὶ τὴν φιλοσοφίαν τὴν ἡμετέραν διατριβοντας, ὅτι τοῦτο πρῶτον δεῖ ἀκείμασθαι, τί τῷ λόγῳ καὶ τοῖς τοῦ λόγου μέρεσι διαπρακτέον ἐστίν· ἐπειδὰν δὲ τοῦθ’ εὕρωμεν καὶ διακριθώμεθα, ζητητέον εἶναι φημι τὰς ἰδέας, δι’ ὧν ταῦτ’ ἐξεργασθήσεται καὶ λήμεται τέλος ὅπερ ὑπέθεμεθα. καὶ ταῦτα πράξω μὲν ἐπὶ τῶν λόγων, ἐστὶ δὲ τοῦτο τὸ στοιχεῖον καὶ κατὰ τῶν ἄλλων ἀπάντων καὶ κατὰ τῶν ὑμετέρων πραγμάτων. 9 οὐδὲν γὰρ οἷον τ’ ἐστὶ πραχθῆναι νοῦν ἔχοντως, ἂν μὴ τοῦτο πρῶτον μετὰ πολλῆς προνοίας λογίσασθε καὶ βουλεύσασθε, πῶς χρὴ τὸν ἐπίλοιπον χρόνον ὑμῶν αὐτῶν προστῆναι καὶ τίνα βίον προελέσθαι καὶ ποίας δόξης ὁρινηθῆναι καὶ ποτέρας τῶν τιμῶν ἀγαπησοι, τὰς παρ’ ἑκόντων γινομένας ἢ τὰς παρ’ ἀκόντων τῶν πολιτῶν· ταῦτα δὲ διορισάμενους, τούτ’ ἤδη τὰς πράξεις τὰς καθ’ ἑκάστην τὴν ἡμέραν ἀκπιτεῖν, ὅπως συντενοῦσι πρὸς τὰς ὑποθέσεις τὰς ἐξ ἀρχῆς γενομένας. 10 καὶ τοῦτον μὲν τὸν τρόπον ζητοῦντες ὥσπερ σκοποῦ κειμένου στοχάσεσθε τῇ ψυχῇ, καὶ μᾶλλον ἐπιτεύξεσθε τοῦ συμφέροντος· ἐὰν δὲ μηδεμίαν ποιήσητε τοιαύτην ὑπόθεσιν, ἀλλὰ τὸ προσπίπτον ἐπιχειρῆτε πράττειν, ἀναγκαῖόν ἐστιν ὑμᾶς ταῖς διανοίαις πλανᾶσθαι καὶ πολλῶν διαμαρτάνειν πραγμάτων.