Ancient Greek
427.2
Aristaenetus, Epistulae 427.2
Unproofread scanNot analysed yet
Θ᾽ Ἀρχιδάμω. Εἰδώς, ὦ Ἀρχίδαμε, πολλοὺς ὡρμημένους ἐγχομιάζειν σὲ καὶ τὸν πατέρα καὶ τὸ γένος ὑμῶν, εἰλόμην τοῦτον μὲν τὸν λόγον, ἐπειδὴ λίαν ῥάδιος ἦν, ἐκείνοις παραλιπεῖν, αὐτὸς δὲ σε διανοοῦμαί παρακαλεῖν ἐπὶ στρατηγίας καὶ στρατείας οὐδὲν ὁμοίας ταῖς νῦν ἐνεστηκυίαις, ἀλλ᾽ ἐξ ὧν μεγάλων ἀγαθῶν αἴτιος γενήσῃ καὶ τῇ πόλει τῇ σαυτοῦ καὶ τοῖς Ἕλλησιν ἅπασιν. (2)