Ancient Greek
431.1
Aristaenetus, Epistulae 431.1
Unproofread scanNot analysed yet
α'. Προαιρεσίῳ. Τί δὲ οὐκ ἐμελλον ἐγὼ Προαιρέσιον τὸν καλὸν προσαγορεύειν, ἄνδρα ἀρίεντα τοὺς λόγους, ὥσπερ οἱ ποταμοὶ τοῖς πεδίοις ἐπαρίσαι τὰ ῥεύματα, καὶ ζηλοῦντα τὸν Περικλέα κατὰ τοὺς λόγους, ἐξω τοῦ συνταράττειν καὶ ζυγκυχᾶν τὴν Ἑλλάδα; θαυμάζειν δὲ οὐ χρή τὴν Λακωνικὴν εἰ πρὸς σε βραχυλογίαν ἐμυησάμην· (2) ὑμῖν γὰρ πρέπει τοῖς σοφοῖς μακροὺς πάνυ καὶ μεγάλους ποιεῖσθαι λόγους, ἡμῖν δὲ ἀρκεῖ καὶ τὰ βραχέα πρὸς ὑμᾶς. ἴσθι δὴπὰ μοι πολλὰ πανταχόθεν κύκλῳ πράγματα ἐπιρρεῖν. τῆς χαθόδου τὰς αἰτίας, εἰ μὲν ἱστορίαν γράφεις, ἀκριβέστατα ἀπαγγελῶ σοι, δούς τὰς ἐπιστολὰς ἀποδείξεις ἐγγραφους· εἰ δ' ἐγνώκας ταῖς μελέταις καὶ τοῖς γυμνάσμασιν εἰς τέλος ἀχρι γήρως προσκαρτερεῖν, οὐδὲν ἴσως μου τὴν σιωπὴν μέμψῃ.