Ancient Greek
431.5
Aristaenetus, Epistulae 431.5
Unproofread scanNot analysed yet
γ'. Ἀριστοξένῳ φιλοσόφῳ. Ἄρὰ γε χρή περιμένειν κλῆσιν; καὶ τὸ δεῖ προτιμᾶν μηδαμοῦ; ἀλλ' ὅρα μὴ χαλεπὴν ταύτην εἰσαγάγωμεν τὴν νομοθεσίαν, εἰ ταῦτα χρή παρὰ τῶν φίλων περιμένειν, δσα καὶ παρὰ τῶν ἀπλῶς καὶ ὡς ἔτυχε γνωρίμων. ἀπορήσει τις ἔνταῦθα πῶς οὐκ εἰδότες ἀλλήλους ἐσμέν φίλοι; πῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γενοῦσι καὶ ναὶ μὰ Δία διςχιλίων; ὅτι σπουδαῖοι πάντες ἦσαν καὶ τὸν τρόπον καλοὶ τε κάγαθοί. ἐπιθυμοῦμεν δὲ καὶ ἡμεῖς εἶναι τοιούτοι. (2) εἰ καὶ τοῦ εἶναι, τόγε εἰς ἐμέ, πᾶμπληθες ἀπολειπόμθθα, πλὴν ἀλλ’ ἤγε ἐπιθυμία τάττει πως ἡμᾶς εἰς τὴν αὐτὴν ἐκεῖνοι μερίδα. καὶ τί τοιαῦτα ἐγὼ ληρῶ μακρότερον; εἰτε γὰρ ἀχλῆτον ἰέναι χρή, ἤξει δόπουθεν· εἰτε καὶ κλῆσιν περιμένειν, ἰδοὺ σοὶ καὶ παράκλησις ἤκει παρ’ ἡμῶν. ἐντυχε οὖν ἡμῖν περὶ τὰ Τύανα πρὸς Διὸς φίλιου, δεῖξον ἡμῖν ἄνδρα ἐν Καππαδοκας καθαρῶς Ἕλληνα. τέως γὰρ τοὺς μὲν οὐ βουλομένους, ὀλίγους δὲ τινὰς ἐθέλοντας μὲν, οὐκ εἰδῶτας δὲ θύειν ὁρῶ.