Ancient Greek
436.3
Aristaenetus, Epistulae 436.3
Unproofread scanNot analysed yet
Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασιν ἐρυνώττειν λόγος, ἵνα δὴ νύκτα καὶ μεθ' ἡμέραν αὐτῷ τοῖς πολεμικοῖς ὁμιλοῖν συνδύνασιν· ἡμεῖς δὲ σοὶ ταῖς ἐπιστολαῖς ὡσπερ παιωνίῳ τισὶ φαρμάκοις συγκαθεύδομεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεαράς ἐτι καὶ πρώτων εἰς χεῖρας ἡκουσίας. (2) εἴπερ οὖν ἐθέλεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λήγε συνεχῶς τοῦτο πράττων· μᾶλλον δὴ ἤκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ' ἕως ἂν ἀπὴς οὐδὲ ὅτι ζῶμεν εἰπεῖν ἐστίν, εἰ μὴ ὅσον τοῖς παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἐξεστιν.