Ancient Greek
438.4
Aristaenetus, Epistulae 438.4
Unproofread scanNot analysed yet
17 Ἰουλιανὸς Ἐκθόλῳ. Πινδάρῳ μὲν ἀργυρέας εἶναι δοκεῖ τὰς Μούσας, οἷονεὶ τὸ ἐκδηλον αὐτῶν καὶ περιφανὲς τῆς τέχνης ἐς τὸ τῆς ὕλης λαμπρότερον ἀπεικάζοντι· Ὀμηρος δὲ ὁ σοφὸς τὸν τε ἀργυρον αἰγλήνεται λέγει, καὶ τὸ ὕδωρ ἀργύρεον ὀνομάζει, καθάπερ ἡλίου καθαραῖς ἀκτίνιν αὐτῷ τῇ τῆς εἰκόνος φαιδρῷ μαρμαρύσσον, Σαπφῶ δ’ ἡ καλὴ τὴν φελήνην ἀργυρέαν φησὶ καὶ διὰ τούτο τῶν ἄλλων ἀστέρων ἀποχρύπττει τὴν δῦνιν. 2 οὕτω καὶ θεοὶς τὸν ἀργυρον μᾶλλον ἢ τὸν χρυσὸν εἰκάσειεν ἂν τις πρέπεν· ἀνθρώποις γε μὴν ὅτι πρὸς τὴν χρείαν ἐστὶν ὁ ἀργυρος τοῦ χρυσοῦ τιμιώτερος καὶ σύνεστι μᾶλλον αὐτοῖς, οὐχ ὥσπερ ὁ χρυσὸς ἐπὶ γῆς κρυπτόμενος ἢ φεύγων αὐτῶν τὴν δῦνιν, ἀλλὰ καὶ ὁρθῶναι καλὸς καὶ ἐν διατήματι κρείττων, οὐχ ἕως ἴδιος ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν. 3 εἰ δὲ καὶ σοὶ τοῦ πεμφέντος ὑπὸ σοῦ χρυσοῦ νομίσματος εἰς τὸ ἴσον τῆς τιμῆς ἑτερον