Ancient Greek
442.2
Aristaenetus, Epistulae 442.2
Unproofread scanNot analysed yet
(18) Ο γε μὴν τῶν ἐκατὸν ἀριθμὸς ὡς ἐστὶ τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλος ἐν αὐτῷ τῶν ἀριθμῶν περιγράφων, μάθωι ἂν τις θεωρῶν τῆδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν ὁ λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκαθεῖσθαι, οὐδὲ ὡς ἀρχὴν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον· τὸ γὰρ ὁμοῖον ὁατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοις τὸν τρίτον εἶναι τὴν περιττότητα. (19) ἐγὼ δ’ ἂν εἰ καὶ τολμαρώτερος δὲ λόγος ἐστὶ, φαίην ὅμως. ἀρχὴς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιτο· πολλῷ γε μὴν ὁμαι δικαιότερόν τῷ ἀρτίῳ μᾶλλον ἢ τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσχεισθαι. (20) ὁ μὲν γὰρ εἰς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐδὲν γὰρ περιττέον ἔχοιτο· ἢ δὲ τῆς δυάδος συζυγία τίκτει διπλὴν τὴν περιττότητα, κἂκ τῶν δυοῖν ἀριθμῶν ὁ τρίτος εἴκοτως εἰς αὐξῆσιν ἔρχεται. πάλιν τε ἐν τῇ τῆς ἑτέρας δυάδος μιξεῖ τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως ἢ πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἐκατέρου περιττότητα